Σελίδα:The Greek bucolic poets (1912).djvu/262

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS

εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις, ἶσον ἔρασθαι
ἀλλάλων, Ζεὺς δὲ, Κρονίδας Ζεύς, ἄφθιτον ὄλβον,
ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
εὕδετ᾽ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες
καὶ πόθον· ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε.
νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς
ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
Ὑμὴν, ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.