Σελίδα:The Greek bucolic poets (1912).djvu/242

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
XVII.—ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΠΤΟΛΕΜΑΙΟΝ

Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε, Μοῖσαι,
ἀθανάτων τὸν ἄριστον ἐπὴν αἴδωμεν ἀοιδαῖς.
ἀνδρῶν δ᾽ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω
καὶ πύματος, καὶ μέσσος· ὃ γὰρ προφερέστατος ἀνδρῶν.
ἥρωες, τοὶ πρόσθεν ἀφ᾽ ἡμιθέων ἐγένοντο,
ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν·
αὐτὰρ ἐγὼ Πτολεμαῖον, ἐπιστάμενος καλὰ εἰπεῖν
ὑμνήσαιμ᾽· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.
Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐνθὼν
παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου· 10
τί πρῶτον καταλεξῶ; ἐπεὶ πάρα μυρία εἰπεῖν,
οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.

ἐκ πατέρων· οἷος μὲν ἔην τελέσαι μέγα ἔργον
Λαγείδας Πτολεμαῖος, ὅκα φρεσὶν ἐγκατάθοιτο
βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι.
τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν
ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ
δέδμηται· παρὰ δ᾽ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς
ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτραις.

210