Μετάβαση στο περιεχόμενο

Σελίδα:The Greek bucolic poets (1912).djvu/220

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS
ΠΡΑΞΙΝΟΑ

πότνι᾽ Ἀθαναία· ποῖαί σφ᾽ ἐπόνασαν ἔριθοι, 80
ποῖοι ζωογράφοι τἀκριβέα γράμματ᾽ ἔγραψαν.
ὡς ἔτυμ᾽ ἑστάκαντι, καὶ ὡς ἔτυμ᾽ ἐνδινεῦντι·
ἔμψυχ᾽, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμ᾽ ἄνθρωπος.
αὐτὸς δ᾽ ὡς θαητὸς ἐπ᾽ ἀργυρέω κατάκειται
ἁρμοῖ πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων—
ὁ τριφίλητος Ἄδωνις, ὃ κεἰν Ἀχέροντι φιλεῖται.

ΕΤΕΡΟΣ ΞΕΝΟΣ

παύσασθ᾽ ὦ δύστανοι ἀνάνυτα κωτίλλοισαι
τρυγόνες· ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.

ΠΡΑΞΙΝΟΑ

μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;
πασάμενος ἐπίτασσε· Συρακοσίαις ἐπιτάσσεις. 90
ὡς εἰδῇς καὶ τοῦτο, Κορίνθιαι εἰμὲς ἄνωθεν,
ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες·
Δωρίσδεν δ᾽ ἐξεστι δοκῶ τοῖς Δωριέεσσι.
μὴ φύη, Μελιτῶδες, ὃς ἁμῶν καρτερὸς εἴη,
πλὰν ἑνός, οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς.

ΓΟΡΓΩ

σίγα Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν
ἁ τᾶς Ἀργείας θυγάτηρ, πολύϊδρις ἀοιδός,
ἅτις καὶ πέρυσιν, τὸν ἰάλεμον, ἀρίστευσε.