Μετάβαση στο περιεχόμενο

Σελίδα:The Greek bucolic poets (1912).djvu/102

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE BUCOLIC POETS
ΚΟΜΑΤΑΣ

ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ 70
τὸ πλέον εὐθύνῃς, μήτ᾽ ὦν τύγα τῷδε χαρίξῃ.
ἄδε τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα. 72

ΛΑΚΩΝ

μή τύ τις ἠρώτη ποττῶ Διός, αἴτε Σιβύρτα 74
αἴτ᾽ ἐμόν ἐστι κάκιστε,τὸ ποίμνιον; ὡς λάλος ἐσσί.

ΚΟΜΑΤΑΣ

βέντισθ᾽ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντ᾽ ἀγορεύω
κοὐδὲν καυχῶμαι· τὺ δ᾽ ἄγαν φιλοκέρτομος ἐσσί.

ΛΑΚΩΝ

εἶα λέγ᾽, εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις
ζῶντ᾽ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα, Κομᾶτα.

ΚΟΜΑΤΑΣ

Ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν 80
Δάφνιν· ἐγὼ δ᾽ αὐταῖς χιμάρως δύο πρᾶν ποκ᾽ ἔθυσα.

ΛΑΚΩΝ

καὶ γὰρ ἔμ᾽ Ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ
κριὸν ἐγὼ βόσκω· τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.

70