Σελίδα:The Greek Anthology, Vol. 1.djvu/32

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
GREEK ANTHOLOGY
11.—Εlς τοὺς ἄγίους Ἀναργύρους τοὺς εἰς τὰ Bασιλίσκου

Tοῖς σοῖς θεράπουσιν ἡ θεράπαινα προσφέρω
Σοφία τὸ δῶρον. Χριστέ, προσδέχου τὰ σά,
καὶ τῷ βασιλεῖ μου μισθὸν Ἰουστίνῳ δίδου,
νίκας ἐπὶ νίκαις κατὰ νόσων καὶ βαρβάρων.

12.—Εἰς τὴν ἀγίαν Εὐφημίαν τὴν Ὀλυβρίου

Εἰμὶ δόμος Τριάδος, τρισσὴ δέ με τεῦξε γενέθλη·
πρώτη μὲν πολέμους καὶ βάρβαρα φῦλα φυγοῦσα
τεύξατο καί μʼ ἀνέθηκε θεῷ ζωάγρια μόχθων
Θευδοσίου θυγάτηρ Eὐδοξία· ἐκ δέ με κείνης
Πλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ·
εἰ δέ που ἀγλαίης ἐπεδεύετο κάλλος ἐμεῖο,
τὴν δέ μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρων
δῶκεν Ἰουλιανή, καὶ ὑπέρτατον ὥπασε κῦδος
μητέρι καὶ γενέτῃ καὶ ἀγακλέϊ μητρὶ τεκούσης,
κόσμον ἀεξήσασα παλαίτερον. ὥδ ἐμὸν ἔργον.

13.—Εἰς τὸν αὐτὸν ναὸν ἔνδοθεν τοῦ περιδρόμου

Κάλλος ἔχον καὶ πρόσθενἐπήρατον·ἀλλ ἐπὶ μορφῇ
τῇ πρὶν ἀρειοτέρην νῦν λάχον ἀγλαίην.

14.—Ἄλλο

Οὕτω γῆρας ἐμὸν μετὰ μητέρα καὶ μετὰ τηθὴν
ξῦσεν Ἰουλιανή, καὶ νέον ἄνθος ἔχω.

15.—Ἄλλο

Ἧν ἄρα καὶ κάλλους ἔτι κάλλιον· εὖτ ἐμὸν ἔργον,
καὶ πρὶν ἐον περίπυστον, ἀοίδιμον ἐς χθόνα πᾶσαν,
ἀγλαΐης προτέρης ἐς ὑπέρτερον ἤγαγε κάλλος
τόσσον Ἰουλιανή, ὅσον ἄστρασιν ἀντιφερίζειν.