Σελίδα:The Greek Anthology, Vol. 1.djvu/30

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
GREEK ANTHOLOGY

καὶ σοφίην παρέλασσεν ἀειδομένου Σολομῶνος,
νηὸν ἀναστήσασα θεηδόχον, οὗ μέγας αἰὼν
οὐ δύναται μέλψαι χαρίτων πολυδαίδαλον αἴγλην·
οἷος μὲν προβέβηκε βαθυρρίζοισι θεμέθλοις,
νέρθεν ἀναθρώσκων καὶ αἰθέρος ἄστρα διώκων·
οἷος δʼ ἀντολίης μηκύνεται ἐς δύσιν ἕρπων,
ἀρρήτως Φαέθοντος ὑπαστράπτων ἀμαρυγαῖς,
τῇ καὶ τῇ πλευρῇσι· μέσης δʼ ἑκάτερθε πορείης
κίονες ἀρρήκτοις ἐπὶ κίοσιν ἑστηῶτες
χρυσορόφου ἀκτῖνας ἀερτάζουσι καλύπτρης.
κόλποι δʼ ἀμφοτέρωθεν ἐπʼ ἀψίδεσσι χυθέντες
φέγγος ἀειδίνητον ἐμαιώσαντο σελήνης·
τοῖχοι δʼ ἀντιπέρηθεν ἀμετρήτοισι κελεύθοις
θεσπεσίους λειμῶνας ἀνεζώσαντο μετάλλων,
οὓς φύσις ἀνθήσασα μέσοις ἐνὶ βένθεσι πέτρης
ἀγλαΐην ἔκλεπτε, θεοῦ δʼ ἐφύλασσε μελάθροις,
δῶρον Ἰουλιανῆς, ῖνα θέσκελα ἔργα τελέσσῃ
ἀχράντοις κραδίης ὑπὸ νεύμασι ταῦτα καμοῦσα.
τίς δὲ φέρων θοὸν ἴχνος ἐπὶ ζεφυρηΐδας αὔρας
ὑμνοπόλος σοφίης, ἑκατὸν βλεφάροισι πεποιθώς,
τοξεύσει ἑκάτερθε πολύτροπα δήνεα τέχνης,
οἶκον ἰδὼν λάμποντα, περίδρομον, ἄλλον ἐπʼ ἄλλῳ,
ἔνθʼ ἵνα καὶ γραφίδων ἱερῶν ὑπὲρ ἄντυγος αὐλῆς
ἔστιν ἰδεῖν μέγα θαῦμα, πολύφρονα Κωνσταντῖνον,
πῶς προφυγὼν εἴδωλα θεημάχον ἔσβεσε λύσσην,
καὶ Τράδος φάος εὗρεν ἐν ὕδασι γυῖα καθήρας.
τοῖον Ἰουλιανή, μετὰ μυρίον ἑσμὸν ἀέθλων,
ἤνυσε τοῦτον ἄεθλον ὑπὲρ ψυχῆς γενετήρων,
καὶ σφετέρου βιότοιο, καὶ ἐσσομένων καὶ ἐόντων.