Σελίδα:The Greek Anthology, Vol. 1.djvu/28

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
GREEK ANTHOLOGY

πᾶσα χθὼν βοάᾳ, πᾶσα πτόλις, ὅττι τοκῆας
φαιδροτέρους ποίησεν ἀρειοτέροισιν ἐπʼ ἔργοις.
ποῦ γὰρ Ἰουλιανὴν ἁγίοις οὐκ ἔστιν ἰδέσθαι
νηὸν ἀναστήσασαν ἀγακλέα; ποῦ σέο μούνης
εὐσεβέων οὐκ ἔστιν ἰδεῖν σημήϊα χειρῶν;
ποῖος δʼ ἕπλετο χῶρος, ὃς οὐ μάθε σεῖο μενοινὴν
εὐσεβίης πλήθουσαν; ὅλης χθονὸς ἐνναετῆρες
σοὺς καμάτους μέλπουσιν ἀειμνήστους γεγαῶτας.
ἔργα γὰρ εὐσεβίης οὐ κρύπτεται· οὐ γὰρ ἀέθλους
λήθη ἀποσβέννυσιν ἀριστοπόνων ἀρετάων.
ὅσσα δὲ σὴ παλάμη θεοπείθεα δώματα τεύχει
οὐδʼ αὐτὴ δεδάηκας· ἀμετρήτους γάρ, ὀΐω,
μούνη σὺ ξύμπασαν ἀνὰ χθόνα δείμαο ναούς,
οὐρανίου θεράποντας ἀεὶ τρομέουσα θεοῖο.
ἴχνεσι δʼ εὐκαμάτοισιν ἐφεσπομένη γενετήρων
πᾶσιν, ἀειζώουσαν ἑὴν τεκτήνατο φύτλην,
εὐσεβίης ξύμπασαν ἀεὶ πατέουσα πορείην.
τοὔνεκά μιν θεράποντες ἐπουρανίου βασιλῆος,
ὅσσοις δῶρα δίδωσιν, ὅσοις δωμήσατο νηούς,
προφρονέως ἐρύεσθε σὺν υἱέϊ, τοῖό τε κούραις·
μίμνοι δʼ ἄσπετον εὖχος ἀριστοπόνοιο γενέθλης,
εἰσόκεν ἠέλιος πυριλαμπέα δίφρον ἐλαύνει.

Ἐν τῇ εἰσόδῳ τοῦ αὐτοῦ ναοῦ ἔξω τοῦ νάρθηκος πρὸς τὴν ἀψῖδα

Ποῖος Ἰουλιανῆς χορὸς ἄρκιός ἐστιν ἀέθλοις,
ἢ μετὰ Κωνσταντῖνον ἑῆς κοσμήτορα βώμης,
καὶ μετὰ Θευδοσίου παγχρύσεον ἱερὸν ὄμμα,
καὶ μετὰ τοσσατίων προγόνων βασιληΐδα ῥίζαν,
ἄξιον ἧς γενεῆς καὶ ὑπέρτερον ἤνυσεν ἔργον
εἰν ὀλίγοις ἔτεσιν; χρόνον ἥδʼ ἐβιήσατο μούνη,