Σελίδα:The Greek Anthology, Vol. 1.djvu/26

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
GREEK ANTHOLOGY

Πέτρῳ καὶ Παύλῳ· θεράπουσι γὰρ εὖχος ὀπάζων
αὐτῷ δή τις ἄνακτι φέρει πολυκυδέα τιμήν.
ἐνθάδε καὶ ψυχῇ καὶ ὄμμασι κέρδος ἑτοῖμον·
εὐχαῖσιν μὲν ἕκαστος ὅ τι χρέος ἐστίν ἑλέσθω,
τερπέσθω δὲ ὁρῶν κάλλος καὶ δώματος αἴγλην.

9.—Εἰς τὸν ναὸν τοῦ Ἀρχαγγέλου ἐν Βοθρέπτῳ

Καὶ τόδε σῶν καμάτων παναοίδιμον ἔργον ἐτύχθη,
Γερράδιε κλυτόμητι· σὺ γὰρ περικαλλέα νηὸν
ἀγγελικῆς στρατιῆς σημάντορος αὖτις ἔδειξας.

10.—Εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πολυεύκτου

Εὐδοκίη μὲν ἄνασσα θεὸν σπεύδουσα γεραίρειν,
πρώτη νηὸν ἕτευξε θεοφραδέος Πολυεύκτου·
ἀλλ᾽ οὐ τοῖον ἕτευξε καὶ οὐ τόσον· οὔ τινι φειδοῖ,
οὐ κτεάτων χατέουσα—τίνος βασίλεια χατίζει;—
ἀλλ᾽ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην
καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν.
ἔνθεν Ἰουλιανή, ζαθέων ἀμάρυγμα τοκήων,
τέτρατον ἐκ κείνων βασιλήϊον αἷμα λαχοῦσα,
ἐλπίδας οὐκ ἔψευσεν ἀριστώδινος ἀνάσσης·
ἀλλά μιν ἐκ βαιοῖο μέγαν καὶ τοῖον ἐγείρει,
κῦδος ἀεξήσασα πολυσκήπτρων γενετήρων·
πάντα γὰρ ὅσσα τέλεσσεν ὑπέρτερα τεῦξε τοκήων,
ὀρθὴν πίστιν ἔχουσα φιλοχρίστοιο μενοινῆς.
τίς γὰρ Ἰουλιανὴν οὐκ ἔκλυεν, ὅττι καὶ αὐτοὺς
εὐκαμάτοις ἔργοισιν ἑοὺς φαίδρυνε τοκῆας,
εὐσεβίης ἀλέγουσα; μόνη δ᾽ ἱδρῶτι δικαίῳ
ἄξιον οἱκον ἔτευξεν ἀειζώῳ Πολυεύκτῳ.
καὶ γὰρ ἀεὶ δεδάηκεν ἀμεμφέα δῶρα κομίζειν
πᾶσιν ἀεθλητῆρσιν ἐπουρανίου βασιλῆος.