Σελίδα:The Greek Anthology, Vol. 1.djvu/172

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
GREEK ANTHOLOGY

ποῦ γίνῃ; πέμψω. β. Καταμάνθανε. α. Πηνίκα δ᾽ ἥξεις;
 β. Ἣν σὺ θέλεις ὥρην. α. Εὐθὺ θέλω. β. Πρόαγε.

47.— ΡΟΥΦIΝΟΥ

Πολλάκις ἠρασάμην σε λαβὼν ἐν νυκτί͵ Θάλεια͵
πληρῶσαι θαλερῇ θυμὸν ἐρωμανίῃ·
νῦν δ΄͵ ὅτε <μοι> γυμνὴ γλυκεροῖς μελέεσσι πέπλησαι͵
ἔκλυτος ὑπναλέῳ γυῖα κέκμηκα κόπῳ.
θυμὲ τάλας͵ τί πέπονθας; ἀνέγρεο μηδ΄ ἀπόκαμνε͵
ζητήσεις ταύτην τὴν ὑπερευτυχίην.

48.— ΤΟΥ ΑΥΤΟΥ

Ὄμματα μὲν χρύσεια καὶ ὑαλόεσσα παρειή,
καὶ στόμα πορφυρέης τερπνότερον κάλυκος͵
δειρὴ λυγδινέη καὶ στήθεα μαρμαίροντα,
καὶ πόδες ἀργυρέης λευκότεροι Θέτιδος.
εἰ δέ τι καὶ πλοκαμῖσι διαστίλβουσιν ἄκανθαι͵
τῆς λευκῆς καλάμης οὐδὲν ἐπιστρέφομαι.

49.— ΓΑΛΛΟΥ

Ἡ τρισὶ λειτουργοῦσα πρὸς ἓν τάχος ἀωδράσι Λύδι,
τῷ μὲν ὑπὲρ νηδύν, τῷ δ΄ ὑπὸ, τῷ δ΄ ὄπισθεν,
εἰσδέχομαι φιλόπαιδα, γυναικομανῆ, φιλυβριστήν.
εἰ σπεύδεις, ἐλθὼν σὺν δυσί, μὴ κατέχου.

50.— ΑΔΕΣΠΟΤΟΝ

Καὶ πενίη καὶ ἔρως δύο μοι κακά· καὶ τὸ μὲν οἴσω
κούφως· πῦρ δὲ φέρειν Κύπριδος οὐ δύναμαι.

152