Σελίδα:Seder Tefilot K'Minhag K.K. Sefaradim (Yosef Nachmuli, Korfu 1885).pdf/173

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ἐπακούση σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίση σε τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Κύριε, σῶσον ἡμᾶς, Βασιλεῦ, εἰσάκουσον ἡμῶν ἐν ἦ ἡμέρᾳ ἐπικαλεσόμεθά σε.

Πάτερ ἡμῶν, Βασιλεῦ ἡμῶν, συγχώρησον ἡμᾶς, εἰσάκουσον ἡμῶν, καὶ ἂν οὐδὲν ἀγαθὸν ἐπράξαμεν, ποίησον μεθ᾽ ἡμῶν ἔλεος καὶ κατὰ λόγον τῆς μεγάλης σου μακροθυμίας, καὶ σῶσον ἡμᾶς διὰ χάριν τοῦ ὀνόματός σου.

Καὶ νῦν, Κύριε, Θεὲ ἡμῶν, ὁ ἐξαγαγὼν τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου διὰ κραταιᾶς χειρὸς, καὶ ποιήσας σεαυτῷ ὄνομα μέχρι τῶν ἡμερῶν τούτων, ἡμεῖς ἡμάρτομεν καὶ ἠνομήσαμεν. Κύριε κατὰ τὴν πολλήν σου ἀγαθότητα, ἀπόστρεψον τὸν θυμὸν καὶ τὴν ὀργήν σου ἀπὸ τῆς πόλεως Ἱερουσαλὴμ, ἀπὸ τοῦ ὄρους σου τοῦ ἁγίου, διότι ἕνεκα τῶν ἁμαρτιῶν ἡμῶν καὶ τῶν παρανομιῶν τῶν πατέρων ἡμῶν, ἡ Ἱερουσαλὴμ καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐνέπεσαν μεταξὺ τῶν περικυκλούντων ἡμᾶς. Καὶ νῦν εἰσάκουσον, Κύριε Θεὲ ἡμῶν τῶν προσευχῶν τοῦ δούλου σου, καὶ τῶν δεήσεων αὐτοῦ· ἐπίφανον δὲ Κύριε, ἕνεκα Σοῦ, τὸ πρόσωπόν σου ἐπὶ τὸν ἐρημωθέντα Ναόν σου. Κλῖνον, Θεὲ ἡμῶν, τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἴδε τὸν ἀφανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου, τῆς καλουμένης μὲ τὸ ὄνομά σου, διότι οὐχὶ ὡς δίκαιοι προσφέρομεν ἱκετηρίους ἐνώπιόν σου, ἀλλὰ μόνον διὰ