Σελίδα:Seder Tefilot K'Minhag K.K. Sefaradim (Yosef Nachmuli, Korfu 1885).pdf/149

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δεξαι εὐμενῶς, καὶ ἔστω διαρκῶς ἀρεστὴ ἡ λατρεία τοῦ λαοῦ σου Ἰσραήλ.

(Κατὰ τὰς νεομηνίας λέγεται).

Θεὲ ἡμῶς καὶ Θεὲ τῶν πατέρων ἡμῶν, εὐδόκησον ἵνα ἐνώπιόν σου ἀναβῆ, ἀνέλθη, ἀφιχθῆ, φανερωθῆ, γίνη εὐάρεστος, γίνη ἀκουστὴ, φημισθῆ καὶ τύχη μνείας ή μνήμη ἡμῶν καὶ ή μνήμη τῶν πατέρων ἡμῶν, ή μνήμη Ἱερουσαλὴμ τῆς πόλεώς σου καὶ ή μνήμη τοῦ Μεσσίου υἱοῦ Δαυἶδ τοῦ θεράποντός σου καὶ ή μνήμη ἅπαντος τοῦ λαοῦ σου τοῦ Ἰσραὴλ, ἐν σωτηρία, ἐν ἀγαθῷ, ἐν χάριτι καὶ ἐν οἰκτιρμοῖς καὶ ἐλέῳ, κατὰ τὴν ήμέραν ταύτην τοῦ Ῥόσ-χόδεσ (νεομηνίας) καὶ εὐσπλαγχνισθῆς καὶ σώσης ἡμᾶς. Μνήσθητι ἡμῶν, Κύριε, Θεὲ ἡμῶν, ἐν ἀγαθῷ, ἐπίσκεψον ἡμᾶς ἐν εὐλογίᾳ, καὶ σῶσον ἡμᾶς ἐν εὐζωίᾳ διὰ λόγου σωτηρίας καὶ εὐσπλαγχνίας. Συγχώρησον ἡμᾶς, οἴκτειρον καὶ ἐλέησον ἡμᾶς, σῶσον δὲ ἡμᾶς διότι πρὸς Σὲ οἱ ὀφθαλμοὶ ἡμῶν ἀτενίζουσι, καὶ διότι Σὺ εἶ Θεὸς, Βασιλεὺς ἐλεήμων καὶ μακρόθυμος.

Καὶ Σὺ διὰ τοὺς ἀπείρους οἰκτιρμούς σου εὐαρεστήθητι ἵνα εὐμενῶς εἰσακούσης ἡμῶν, καὶ ἵδωσιν οἱ ὀφθαλμοὶ ἡμῶν τὴν ἐπάνοδόν σου ἐν Σιὼν, μετ᾽ εὐσπλαγχνίας. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐπαναγάγων τὴν Θεότητά σου ἐν Σιών.

Ὁμολογοῦμεν ἐνώπιόν σου ὅτι Σὺ εἶ Κύριος ὁ Θεὸς ἡμῶν καὶ ὁ Θεὸς τῶν πατέρων ἡμῶν εἰς τοὺς αἰῶνας, φρουρὸς ἡμῶν, φύλαξ τῆς ζωῆς ἡμῶν καὶ ἀσπὶς τῆς σωτηρίας ἡμῶν. Σὲ θέλομεν εἰς πάντας τοὺς αἰῶνας αἰνεῖ καὶ ἀνυμνεῖ διὰ τὴν ζωὴν ἡμῶν τὴν εἰς χεῖράς σου παραδοθεῖσαν, τὰς ψυχὰς ἡμῶν