Σελίδα:Seder Tefilot K'Minhag K.K. Sefaradim (Yosef Nachmuli, Korfu 1885).pdf/143

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἔτη, διότι Θεὸς ἀγαθὸς καὶ εὐεργέτης Σὺ εἶ, καὶ εὐλογεῖς τὰ ἔτη. Εὐλογητὸς εἶ, Κύριε, ὁ εὐλογῶν, τὰ ἔτη.

Σάλπισον τὴν μεγάλην σάλπιγγα τὴν ἀναγγέλλουσαν τὴν ἐλευθερίαν ἡμῶν, ὕφωσον τὴν σημαίαν ὅπως συνέλθωμεν ἐκ τῆς δουλείας ἡμῶν, καὶ ἕνωσον ἡμᾶς ταχέως ἐκ τῶν τεσσάρων ἄκρων τῆς γῆς, ὅπως ὁδηγήσης ἡμᾶς εἰς τὰς γαία ἡμῶν. (*) Εὐλογητὸς εἶ, Κύριε, ὁ συναθροίζων τοὺς ἐξορίστους τοῦ λαοῦ του Ἰσραήλ.

Ἐπανάγαγε τοὺς δικαστὰς ἡμῶν ὡς πρότερον, τοὺς συμβούλους ἡμῶν ὡς ἐξ ἀρχῆς, ἀφαίρεσον ἀφ᾽ ἡμῶν τὴν λύπην καὶ τὴν θλίψιν, καὶ βασίλευσον ταχέως ἐφ᾽ ἡμῶν Σὺ μόνος, Κύριε, μετ᾽ ἐλέους, μετ᾽ ἐπιεικείας καὶ δικαιοσύνης. Εὐλογητὸς εἶ, Κύριε, Βασιλεῦ, ὁ ἀγαπῶν τὴν ἐπιείκειαν καὶ τὴν δικαιοσύνην.

Κατὰ δὲ τὰς ήμέρας τῆς μετανοίας λέγεται, «Βασιλεῦ τῆς δικαιοσύνης.)»

Οὐδεμίαν ἐχέτωσαν ἐλπίδα οἱ (ἀνεπιδέκτου μετανοίας) συκοφάνται, ἅπαντες δὲ οἱ ὑπερήφανοι ἐν ἀκαρεὶ ἀπωλεσθήτωσαν, πάντες οἱ ἐχθροί σου καὶ οἱ μισοῦντές σε ἐξολοθρευθήτωσαν, οἱ δὲ ποιοῦντες πονηρὰς ταχέως διασκορπισθήτωσαν καὶ τα-

_________

* Ὅρα σημ. ἐν σελ. 115.