Σελίδα:Platonis opera, ed. Burnet, tomus I.djvu/341

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
189a
ΘΕΑΙΤΗΤΟΣ

189  ΣΩ. Καὶ ὁ ἄρα τι ἀκούων ἕν γέ τι ἀκούει καὶ ὂν [ἀκούει].

ΘΕΑΙ. Ναί.

ΣΩ. Καὶ ὁ ἁπτόμενος δή του ἑνός γέ του ἅπτεται καὶ ὄντος, εἴπερ ἑνός;

ΘΕΑΙ. Καὶ τοῦτο.

ΣΩ. Ὁ δὲ δὴ δοξάζων οὐχ ἕν γέ τι δοξάζει;

ΘΕΑΙ. Ἀνάγκη.

ΣΩ. Ὁ δ' ἕν τι δοξάζων οὐκ ὄν τι;

ΘΕΑΙ. Λυγχωρῶ.

ΣΩ. Ὁ ἄρα μὴ ὂν δοξάζων οὐδὲν δοξάζει.

ΘΕΑΙ. Οὐ φαίνεται.

ΣΩ. Ἀλλὰ μὴν ὅ γε μηδὲν δοξάζων τὸ παράπαν οὐδὲ δοξάζει.

ΘΕΑΙ. Δῆλον, ὡς ἔοικεν.

b  ΣΩ. Οὐκ ἄρα οἷόν τε τὸ μὴ ὂν δοξάζειν, οὔτε περὶ τῶν ὄντων οὔτε αὐτὸ καθ' αὑτό.

ΘΕΑΙ. Οὐ φαίνεται.

ΣΩ. Ἄλλο τι ἄρ' ἐστὶ τὸ ψευδῆ δοξάζειν τοῦ τὰ μὴ ὄντα δοξάζειν.

ΘΕΑΙ. Ἄλλο ἔοικεν.

ΣΩ. Οὔτ' ἄρ' οὕτως οὔτε ὡς ὀλίγον πρότερον ἐσκοποῦμεν, ψευδής ἐστι δόξα ἐν ἡμῖν.

ΘΕΑΙ. Οὐ γὰρ οὖν δή.

ΣΩ. Ἀλλ' ἆρα ὧδε γιγνόμενον τοῦτο προσαγορεύομεν;

ΘΕΑΙ. Πῶς;

ΣΩ. Ἀλλοδοξίαν τινὰ οὖσαν ψευδῆ φαμεν εἶναι δόξαν, c  ὅταν τίς <τι> τῶν ὄντων ἄλλο αὖ τῶν ὄντων ἀνταλλαξάμενος τῇ διανοίᾳ φῇ εἶναι. οὕτω γὰρ ὂν μὲν ἀεὶ δοξάζει, ἕτερον δὲ ἀνθ' ἑτέρου, καὶ ἁμαρτάνων οὗ ἐσκόπει δικαίως ἂν καλοῖτο ψευδῆ δοξάζων.