Σελίδα:Platonis opera, ed. Burnet, tomus I.djvu/235

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
414e
ΚΡΑΤΥΛΟΣ

e ΕΡΜ. Ἀληθῆ λέγεις.

ΣΩ. Ἀληθῆ μέντοι. ἀλλὰ τὸ μέτριον οἶμαι δεῖ φυλάττειν καὶ τὸ εἰκὸς σὲ τὸν σοφὸν ἐπιστάτην.

ΕΡΜ. Βουλοίμην ἄν.

ΣΩ. Καὶ ἐγώ σοι συμβούλομαι, ὦ Ἑρμόγενες. ἀλλὰ μὴ 415 λίαν, ὦ δαιμόνιε, ἀκριβολογοῦ,

“μή μ᾽ ἀπογυιώσῃς μένεος.”

ἔρχομαι γὰρ ἐπὶ τὴν κορυφὴν ὧν εἴρηκα, ἐπειδὰν μετὰ τέχνην μηχανὴν ἐπισκεψώμεθα. μηχανὴ γάρ μοι δοκεῖ τοῦ ἄνειν ἐπὶ πολὺ σημεῖον εἶναι· τὸ γὰρ μῆκός πως τὸ πολὺ σημαίνει· ἐξ ἀμφοῖν οὖν τούτοιν σύγκειται, μήκους τε καὶ τοῦ ἄνειν, τὸ ὄνομα ἡ μηχανή. ἀλλ᾽, ὅπερ νυνδὴ εἶπον, ἐπὶ τὴν κορυφὴν δεῖ τῶν εἰρημένων ἐλθεῖν· ἀρετὴ γὰρ καὶ κακία ὅτι βούλεται τὰ ὀνόματα b ζητητέα. τὸ μὲν οὖν ἕτερον οὔπω καθορῶ, τὸ δ᾽ ἕτερον δοκεῖ μοι κατάδηλον εἶναι. συμφωνεῖ γὰρ τοῖς ἔμπροσθεν πᾶσιν. ἅτε γὰρ ἰόντων τῶν πραγμάτων, πᾶν τὸ κακῶς ἰὸν κακία ἂν εἴη· τοῦτο δὲ ὅταν ἐν ψυχῇ ᾖ, τὸ κακῶς ἰέναι ἐπὶ τὰ πράγματα, μάλιστα τὴν τοῦ ὅλου ἐπωνυμίαν ἔχει τῆς κακίας. τὸ δὲ κακῶς ἰέναι ὅτι ποτ᾽ ἔστιν, δοκεῖ μοι δηλοῦν καὶ ἐν τῇ δειλίᾳ, ὃ οὔπω διήλθομεν ἀλλ᾽ c ὑπερέβημεν, δέον αὐτὸ μετὰ τὴν ἀνδρείαν σκέψασθαι· δοκοῦμεν δέ μοι καὶ ἄλλα πολλὰ ὑπερβεβηκέναι. ἡ δ᾽ οὖν δειλία τῆς ψυχῆς σημαίνει δεσμὸν εἶναι ἰσχυρόν· τὸ γὰρ λίαν ἰσχύς τίς ἐστιν. δεσμὸς οὖν ὁ λίαν καὶ ὁ μέγιστος τῆς ψυχῆς ἡ δειλία ἂν εἴη· ὥσπερ γε καὶ ἡ ἀπορία κακόν, καὶ πᾶν, ὡς ἔοικεν, ὅτι ἂν ἐμποδὼν ᾖ τῷ ἰέναι καὶ πορεύεσθαι. τοῦτ᾽ οὖν φαίνεται τὸ κακῶς ἰέναι δηλοῦν, τὸ ἰσχομένως τε καὶ ἐμποδιζομένως πορεύεσθαι, ὃ δὴ ψυχὴ ὅταν ἔχῃ, κακίᾳ μεστὴ γίγνεται. εἰ δ᾽ ἐπὶ τοιούτοις ἡ κακία ἐστὶν