ΣΩ. Οὐκοῦν καὶ Ὅμηρος τοὺς Τρῶας σοφωτέρους ἡγεῖτο ἢ τὰς γυναῖκας αὐτῶν;
ΕΡΜ. Οἶμαι ἔγωγε.
ΣΩ. Τὸν Ἀστυάνακτα ἄρα ὀρθότερον ᾤετο κεῖσθαι τῷ παιδὶ ἢ τὸν Σκαμάνδριον ;
ΕΡΜ. Φαίνεται.
ΣΩ. Σκοπῶμεν δὴ διὰ τί ποτε. ἢ αὐτὸς ἡμῖν κάλλιστα ὑφηγεῖται τὸ διότι; φησὶν γάρ—
διὰ ταῦτα δή, ὡς ἔοικεν, ὀρθῶς ἔχει καλεῖν τὸν τοῦ σωτῆρος ὑὸν Ἀστυάνακτα τούτου ὃ ἔσῳζεν ὁ πατὴρ αὐτοῦ, ὥς φησιν Ὅμηρος.
ΕΡΜ. Φαίνεταί μοι.
ΣΩ. Τί δή ποτε; οὐ γάρ πω οὐδ᾽ αὐτὸς ἔγωγε μανθάνω: ὦ Ἑρμόγενες, σὺ δὲ μανθάνεις;
ΕΡΜ. Μὰ Δί᾽ οὐκ ἔγωγε.
393 ΣΩ. Ἀλλ᾽ ἆρα, ὠγαθέ, καὶ τῷ Ἕκτορι αὐτὸς ἔθετο τὸ ὄνομα Ὅμηρος;
ΕΡΜ. Τί δή;
ΣΩ. Ὅτι μοι δοκεῖ καὶ τοῦτο παραπλήσιόν τι εἶναι τῷ Ἀστυάνακτι, καὶ ἔοικεν Ἑλληνικοῖς ταῦτα [τὰ ὀνόματα]. ὁ γὰρ ἄναξ καὶ ὁ Ἕκτωρ σχεδόν τι ταὐτὸν σημαίνει, βασιλικὰ ἀμφότερα εἶναι τὰ ὀνόματα: οὗ γὰρ ἄν τις ἄναξ ᾖ, καὶ Ἕκτωρ δήπου ἐστὶν τούτου: δῆλον γὰρ ὅτι κρατεῖ b τε αὐτοῦ καὶ κέκτηται καὶ ἔχει αὐτό. ἢ οὐδέν σοι δοκῶ λέγειν, ἀλλὰ λανθάνω καὶ ἐμαυτὸν οἰόμενός τινος ὥσπερ ἴχνους ἐφάπτεσθαι τῆς Ὁμήρου δόξης περὶ ὀνομάτων ὀρθότητος;
ΕΡΜ. Μὰ Δί᾽ οὐ σύ γε, ὡς ἐμοὶ δοκεῖς, ἀλλὰ ἴσως τοῦ ἐφάπτῃ.