Σελίδα:Platonis opera, ed. Burnet, tomus I.djvu/173

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Θάνατος.

Οὐκοῦν ψυχὴ τὸ ἐναντίον ᾧ αὐτὴ ἐπιφέρει ἀεὶ οὐ μή ποτε δέξηται, ὡς ἐκ τῶν πρόσθεν ὡμολόγηται;

Καὶ μάλα σφόδρα, ἔφη ὁ Κέβης.

Τί οὖν; τὸ μὴ δεχόμενον τὴν τοῦ ἀρτίου ἰδέαν τί νυνδὴ ὠνομάζομεν;

Ἀνάρτιον, ἔφη.

Τὸ δὲ δίκαιον μὴ δεχόμενον καὶ ὃ ἂν μουσικὸν μὴ δέχηται;

e  Ἅμουσον, ἔφη, τὸ δὲ ἄδικον.

Εἶεν· ὃ δ᾽ ἂν θάνατον μὴ δέχηται τί καλοῦμεν;

Ἀθάνατον, ἔφη.

Οὐκοῦν ψυχὴ οὐ δέχεται θάνατον;

Οὔ.

Ἀθάνατον ἄρα ψυχή.

Ἀθάνατον.

Εἶεν, ἔφη· τοῦτο μὲν δὴ ἀποδεδεῖχθαι φῶμεν; ἢ πῶς δοκεῖ;

Καὶ μάλα γε ἱκανῶς, ὦ Σώκρατες.

Τί οὖν, ἦ δ᾽ ὅς, ὦ Κέβης; εἰ τῷ ἀναρτίῳ ἀναγκαῖον ἦν 106  ἀνωλέθρῳ εἶναι, ἄλλο τι τὰ τρία ἢ ἀνώλεθρα ἂν ἦν;

Πῶς γὰρ οὔ;

Οὐκοῦν εἰ καὶ τὸ ἄθερμον ἀναγκαῖον ἦν ἀνώλεθρον εἶναι, ὁπότε τις ἐπὶ χιόνα θερμὸν ἐπάγοι, ὑπεξῄει ἂν ἡ χιὼν οὖσα σῶς καὶ ἄτηκτος; οὐ γὰρ ἂν ἀπώλετό γε, οὐδ᾽ αὖ ὑπομένουσα ἐδέξατο ἂν τὴν θερμότητα.

Ἀληθῆ, ἔφη, λέγεις.

Ὣς δ᾽ αὔτως οἶμαι κἂν εἰ τὸ ἄψυκτον ἀνώλεθρον ἦν, ὁπότε ἐπὶ τὸ πῦρ ψυχρόν τι ἐπῄει, οὔποτ᾽ ἂν ἀπεσβέννυτο οὐδ᾽ ἀπώλλυτο, ἀλλὰ σῶν ἂν ἀπελθὸν ᾤχετο.