Σελίδα:Platonis opera, ed. Burnet, tomus I.djvu/119

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
71c
ΦΑΙΔΩΝ

Τὸ τεθνάναι, ἔφη.

Οὐκοῦν ἐξ ἀλλήλων τε γίγνεται ταῦτα, εἴπερ ἐναντία ἐστιν, καὶ αἱ γενέσεις εἰσὶν αὐτοῖν μεταξὺ δύο δυοῖν ὄντοιν;

Πῶς γὰρ οὔ;

Τὴν μὲν τοίνυν ἑτέραν συζυγίαν ὧν νυνδὴ ἔλεγον ἐγώ σοι, ἔφη, ἐρῶ, ὁ Σωκράτης, καὶ αὐτὴν καὶ τὰς γενέσεις· σὺ δέ μοι τὴν ἑτέραν. λέγω δὲ τὸ μὲν καθεύδειν, τὸ δὲ ἐγρηγορέναι, καὶ ἐκ τοῦ καθεύδειν τὸ ἐγρηγορέναι γίγνεσθαι καὶ d  ἐκ τοῦ ἐγρηγορέναι τὸ καθεύδειν, καὶ τὰς γενέσεις αὐτοῖν τὴν μὲν καταδαρθάνειν εἶναι, τὴν δ᾽ ἀνεγείρεσθαι. ἱκανῶς σοι, ἔφη, ἢ οὔ;

Πάνυ μὲν οὖν.

Λέγε δή μοι καὶ σύ, ἔφη, οὕτω περὶ ζωῆς καὶ θανάτου. οὐκ ἐναντίον μὲν φῂς τῷ ζῆν τὸ τεθνάναι εἶναι;

Ἔγωγε.

Γίγνεσθαι δὲ ἐξ ἀλλήλων;

Ναί.

Ἐξ οὖν τοῦ ζῶντος τί τὸ γιγνόμενον;

Τὸ τεθνηκός, ἔφη.

Τί δέ, ἦ δ᾽ ὅς, ἐκ τοῦ τεθνεῶτος;

Ἀναγκαῖον, ἔφη, ὁμολογεῖν ὅτι τὸ ζῶν.

Ἐκ τῶν τεθνεώτων ἄρα, ὦ Κέβης, τὰ ζῶντά τε καὶ οἱ ζῶντες γίγνονται;

e  Φαίνεται, ἔφη.

Εἰσὶν ἄρα, ἔφη, αἱ ψυχαὶ ἡμῶν ἐν Ἅιδου.

Ἔοικεν.

Οὐκοῦν καὶ τοῖν γενεσέοιν τοῖν περὶ ταῦτα ἥ γ᾽ ἑτέρα σαφὴς οὖσα τυγχάνει; τὸ γὰρ ἀποθνῄσκειν σαφὲς δήπου, ἢ οὔ;

Πάνυ μὲν οὖν, ἔφη.

Πῶς οὖν, ἦ δ᾽ ὅς, ποιήσομεν; οὐκ ἀνταποδώσομεν τὴν