@231 S. JOANNIS CHRYSOSTOMI ARCHIEP. CONSTANTINOP. 222
|
Κυκλώσατε Σιών, καὶ περιλάβετε αὐτήν. Αλλος,
καὶ περιέλθετε. Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Έτερος, Αριθμήσατε τοὺς πύργους αὐτῆς. Αλλος, Επαινέσατε. Θέσθε τας καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς. Ἕτερος, Εἰς τὸν περίβολον. Ετε- ρος, Τὴν εὐπορίαν. Καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς. Ἕτερος, Διαμετρήσατε τὰ βασίλεια αὐτῆς. Όπως ἂν [202] διηγήσησθε εἰς γενεὰν ἑτέραν. "Αλ- λος, Γενεά μεταγενεστέρᾳ. "Οτι οὗτος ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Τί δήποτε ταῦτα παρακελεύεται, περι- ιέναι τὴν πόλιν, ἀριθμεῖν τοὺς πύργους, προσέχειν ταῖς οἰκοδομαίς, τὴν εὐπρέπειαν αὐτῆς ἀναλογίζεσθαι, τοὺς περιβόλους αὐτῆς καὶ τὰ τείχη ψηφίζειν, τὰς οἰκίας καὶ τὰ βασίλεια μετρεῖν, οὐ χρεία τῆς παρ' ἡμῶν ἑρμηνείας· αὐτὸς ἑαυτὸν ὁ λόγος σαφηνίζει. Εἰπὼν γὰρ ταῦτα, καὶ τὴν αἰτίαν εὐθέως προσέθηκε. Ποίαν δὴ ταύτην; "Οπως ἂν διηγήσησθε, φησίν, εἰς γε νεαν ἑτέραν. Ο δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐμπλήσθητε ἡδονῆς, χάρητε, σκιρτήσατε. ᾿Αλλὰ μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχεν, ἀλλὰ μετὰ ἀκριβείας καταμάθετε αὐτῆς τὴν ἰσχύν. Ἐπειδὴ γὰρ ἐρείπιον γέγονεν, ἐπειδὴ πρόῤῥιζος ανεσπάσθη, καὶ τὸ ἔδαφος αὐτῆς σχεδὸν ἀπώλετο, καὶ ἀπέγνωσαν τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν, ὡς λέγειν, Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, διαπεφωνήκαμεν, παρανηλώμεθα, καὶ οὐ προσεδό- κων αὐτὴν ἀπολήψεσθαι· ἀπέλαβον δὲ αὐτὴν, καὶ οὐ τοιαύτην, οἷαν ἀπέβαλον, ἀλλὰ πολλῷ βελτίονα καὶ λαμπροτέραν, καὶ περιφανεστέραν, καὶ μείζονα, καὶ εὐπορωτέραν, καὶ δυνατωτέραν, καὶ εὐρυτέραν ἐν ταῖς οἰκοδομαῖς, ἐν τοῖς ὠνίοις, ἐν τῇ δυνάμει, ἐν τῇ τῆς ὑποστάσεως περιουσίᾳ. Εσται γὰρ, φησὶν, ἡ ἐσχάτη δόξα τοῦ οἴκου τούτου, ὑπὲρ τὴν ἔμ· προσθεν. Παραινεῖ τῷ λαῷ, καὶ μονονουχὶ ταῦτα λέ- γεια · Ἰδοὺ ἡ πόλις αὕτη, ἡ ἀπεγνωσμένη, ἡ ἀπηλ- πισμένη, ἡ ἐρείπιον οὖσα, πῶς ἐπὶ λαμπρότερον ἐπανῆλθε σχῆμα; Αὐτὰ οὖν ταῦτα καταμάθετε, τὴν οἰκοδομὴν αὐτῆς, τὴν λαμπρότητα, τὴν περιφάνειαν, ἵνα κἀντεῦθεν μαθόντες τοῦ Θεοῦ τὴν ἰσχύν, πῶς τὴν ἀπεγνωσμένην μείζονα ἐποίησε, διηγῆσθε τοῖς ἐγγό- νοις ὑμῶν τὴν δύναμιν τοῦ Θεοῦ, τὸ διαρκὲς αὐτοῦ τῆς προνοίας· ὅτι διαπαντὸς ἔμενεν ἡμῶν κηδόμενος, καὶ προϊστάμενος καὶ ποιμαίνων. Ταῦτα γὰρ τὰ δι- ηγήματα καὶ τοῖς μετὰ ταῦτα πολλῆς ἔσται φιλοσο- φίας ὑπόθεσις, καὶ θεογνωσίας ἀκριβεστάτης ἀφορμὴ, καὶ ἀρετῆς ἐπιμέλεια. Διὰ ταῦτα αὐτὴν περιιέναι κει λεύει, ἵνα ἀκριβεῖς διδάσκαλοι τῶν ἐγγόνων γένωνται τῶν ἑαυτῶν. δ'. Διὸ δὴ καὶ ἡμεῖς ἀεὶ καὶ διηνεκῶς ἀποσκοπούντες, ἐν νῷ ἔχωμεν τὴν πόλιν ἡμῶν Ἱερουσαλήμ, αὐτῆς τὰ κάλλη διαπαντὸς φανταζόμενοι, ἥτις ἐστὶ μητρόπολις τοῦ βασιλέως τῶν αἰώνων, ἐν ᾗ πνεύματα δικαίων, χοροὶ πατριαρχῶν, ἀποστόλων, καὶ πάντων ἁγίων· Ενθα πάντα ἀστασίαστα, καὶ μὴ παρερχόμενα· ἔνθα |
τὰ ἄφθαρτα καὶ ἀθέατα κάλλη, & μόνοις πρόσεστι
κληρονομῆσαι τοῖς παντελῶς λήθην ποιησαμένοις τῶν φθαρτών τούτων καὶ προσκαίρων βιωτικών μελημά των, πλούτου λέγω, καὶ τρυφῆς, καὶ τῶν ἐπιβλαβών ἡδονῶν τοῦ διαβόλου. Τὴν δὲ φιλαδελφίαν καὶ τὴν φιλοξενίαν πρὸς τοὺς δεομένους καθ' εκάστην την ἡμέραν αὐξοῦντες, ἀγάπην τὴν πρὸς τὸν πλησίον, καὶ [203] τὴν ἐκ τῆς καρδίας συγχώρησιν τοῦ λελυπηκό τος, ἵν' οὕτω καλῶς καὶ θεαρέστως βιοτεύοντες, κλη- ρονόμοι γενοίμεθα τῆς τῶν οὐρανῶν βασιλείας, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτ τος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΕΙΣ ΤΟΝ ΜΗ ΨΑΛΜΟΝ,
Ακούσατε ταῦτα, πάντα τὰ ἔθνη. "Αλλος, Ακού σατε τοῦτο. Ενωτίσασθε, πάντες οἱ κατοικοῦν. τες τὴν οἰκουμένην. "Αλλος, Τὴν ἐγκατάδυσιν. Αλλος φησί, Τὴν κατάδυσιν. Ὁ δὲ Ἑβραῖος, 0.78. Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Άλλος, Η τε ἀνθρωπότης, προσέτι δὲ καὶ οἱ υἱοὶ ἑκάστου ἀνδρός. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πέ νης. "Αλλος, Ὁμου. α. Μεγάλα τινὰ καὶ ἀπόῤῥητα μέλλει διαλέγεσθαι νῦν ἡμῖν ὁ Προφήτης. Οὐδὲ γὰρ ἂν τοὺς πανταχοῦ τῆς γῆς ἐκάλεσεν εἰς ἀκρόασιν, οὐδ' ἂν τὸ τῆς οἰκουμέν της εκάθισε θέατρον, εἰ μὴ μέγα τι, καὶ λαμπρόν, καὶ τοῦ μεγέθους του συλλόγου ἄξιον ἐρεῖν ἡμῖν μελ λεν. Οὐκέτι γὰρ ὡς Ἰουδαίοις προφητεύων τοῖς τὴν Παλαιστίνην οἰκοῦσι διαλέγεται, ἀλλ᾿ ὥσπερ τις ἀπόστολος καὶ εὐαγγελιστὴς πρὸς ἅπασαν τὴν τῶν ἀνθρώπων φύσιν ἀποτείνει τὸν λόγον. Ὁ μὲν γὰρ νότ μος ἐν μιᾷ γωνία τῆς οἰκουμένης τὸ ἔθνος ἐπαίδευεν· ὁ λόγος δὲ τοῦ κηρύγματος πανταχοῦ τῆς γῆς ἐξ- ηγεῖτο », καὶ ἑαυτὸν ἐξέτεινε, τοσαύτην ἐπελθὼν χώ- ραν, ὅτην καὶ ὁ ἥλιος ἔπεισιν. Ἐκεῖνα μὲν γὰρ παι- δαγωγία τις ἦν καὶ εἰσαγωγὴ, καὶ διακονία κατακρί σεως καὶ θανάτου· ταῦτα δὲ χάρις καὶ εἰρήνη. Ἐπεὶ οὖν ἅπαν τὸ γένος εἰς τὴν ἀκρόασιν συνεκάλεσε, δεῦρο δὴ καὶ ἡμεῖς παραγενώμεθα, καὶ ἴδωμεν τί βούλεται ἡμῖν ὁ ψαλμῳδὸς εἰπεῖν, ὁ κοινὸς τοῦ γένους τῶν ἀνθρώπων προστάτης, ο Κἂν βάρβαροι τινες ώσι, καν σοφοί, κἂν ἰδιῶται, κελεύεις αὐτοὺς παραγενέσθαι ; Ναί, φησί. Διὰ δὴ τοῦτο ἀρχόμενος εἶπεν, Πάντα τὰ ἔθνη· καὶ πάλιν ἐπέτεινε λέγων· Οἵ τε γηγενείς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, τὴν ἀνθρωπότητα πᾶσαν καλῶν. Βαβαὶ τῆς διδασκαλίας 1 πῶς ἐστι πᾶσιν ἀρ· μόδιος, καὶ κοινή. Διά γάρ τοι τοῦτο οὐδὲ ἁπλῶς κατ λεῖ μόνον ἅπαντας, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς σπου- δῆς, καὶ ἀκριβείας προσέχειν τοῖς λεγομένοις κελεύει. Οὐ γὰρ εἶπεν, Ακούσατε μόνον ταῦτα, πάντα τὰ ἔθνη, ἀλλὰ καὶ, Ενωτίσασθε. Τὸ δὲ ἐνωτίσασθαι οὐδὲν ἕτερόν ἐστιν, ἢ τὸ μετὰ σπουδῆς [204] ἀκοῦ- σαι, καὶ συντεταμένῃ τῇ διανοίᾳ. Ἐνωτίσασθαι γὰρ' ' |
---
a Morel. et Reg. 654 τῷ λαῷ ταῦτα λέγων. Colb. et Sa- vil. ut nos. |
---
b Morel. ἐνηχεῖτο. c Textum antehac in Morel. et Savil, vitiatum sic re- stituimus ex cod. mss.' ' |