Μετάβαση στο περιεχόμενο

Σελίδα:Patrologia Graeca vol 50.pdf/221

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
@411 S. JOANNIS CHRYSOSTOMI ARCHIEP. CONSTANTINOP. 442
ποτε τέλος ἔχουσα, ἐὰν θέλωμεν. Μεγάλη ἡ χάρις,

ἀλλ' ἔσται μείζων, ἐὰν θέλωμεν· καὶ ὁ Παῦλος μέγας ἦν ὅτε ἐβαπτίζετο, ἀλλὰ πολλῷ μείζων ἐγένετο μετά ταῦτα, ὅτε ἐκήρυσσε, συνέχυνε τοὺς Ἰουδαίους· μετὰ ταῦτα εἰς παράδεισον ἠρπάγη· εἰς τρίτον ἀνῆλ θεν οὐρανόν. Ὥστε ἔξεστι καὶ ἡμῖν, ἐὰν θέλωμεν, αὐξῆσαι, καὶ τὴν δοθεῖσαν ἡμῖν χάριν μεγαλῦναι διὰ του βαπτίσματος· αὔξεται δὲ δι' ἔργων ἀγαθῶν, καὶ λαμπροτέρα γίνεται καὶ φαιδρότερον ἡμῖν παρέχει τὸ φῶς. Κἂν τοῦτο γένηται, μετὰ πολλῆς τῆς παρ ῥησίας εἰς τὸν νυμφῶνα συνελευσόμεθα τῷ νυμφίῳ, καὶ τῶν ἀγαθῶν ἀπολαύσομεν τῶν ἀποκειμένων τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Αμήν.
αὐτὸν συμπλέκεσθαι, πολλάς τοι τῶν στεφάνων παρ

έχων τὰς ὑποθέσεις. Διὰ τοῦτο ἑπτὰ ἡμέρας ἐφεξῆς ἀπολαύετε διδασκαλίας, ὥστε ἀκριβῶς μαθεῖν τὰ παλαίσματα. "Αλλως δὲ καὶ γάμος ἐστὶ πνευματικὸς τὰ γινόμενα· ἐπὶ δὲ γάμων ἕως ἑπτὰ ἡμερῶν αἱ πα- στάδες ἑστήκασι. Διὰ τοῦτο καὶ ἡμεῖς ἑπτὰ ἡμέρας ὑμῖν ἐνομοθετήσαμεν ἐνταῦθα πρὸς τὰς ἱερὰς ἐστάναι παστάδας 4. Αλλ' ἐκεῖ μὲν μετὰ τὰς ἑπτὰ ἡμέρας λύονται, ἐνταῦθα δὲ ἂν θέλῃς διὰ παντὸς ἐπὶ τῆς ἱερᾶς ἵστασαι παστάδας· καὶ ἐπὶ μὲν τῶν ἔξωθεν γάμων ἡ νύμφη μετά πρότερον μῆνα ἢ καὶ δεύτερον οὐκ ἔστιν οὕτως ἐπέραστος τῷ νυμφίῳ· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ' ὅσῳ ὁ χρόνος πρόεισι, τοσούτῳ θερμότεροι οἱ Έρωτες του νυμφίου, τοσούτω γνησιώτεραι αι περι πλοκαί, τοσούτῳ πνευματικωτέρα ἡ συνουσία, ἐὰν [446] νήφωμεν. Πάλιν ἐπὶ τῶν σωμάτων μετὰ νεότητα γῆρας· ἐνταῦθα μετὰ γῆρας νεότης, καὶ νεότης οὐδέ'

'
@Reg. unus ἑπτὰ ἡμέρας ὑμῖν ἐνομοθετήσαμεν ἐνταῦθα τῆς ἱερᾶς ἵστασαι (sic) τραπέζης.
@MONITUM

Hlực homilia extra urbem Antiochiam habita fuit in martyrio, seu ecclesia loci cujusdam, cui Romane- sia nomen. Quid autem martyrii nomine intelligatur, vide supra in prima nota ad homiliam De cœmeterit appellatione. De anno quo hæc habita est homilia, ne conjectando quidem dicere possumus. Nam quod Tillemontius ex initio hujus homiliæ, nempe, Etiam cum crucis memoriam recoluimus, extra urbem ejus solennitatem celebravimus, arguit eodem anno hanc habuisse, quo illam De cometerio et cruce, quæ, ut initio ibidem dicitur, extra urbem pronuntiata fuit, idque auno, ut probabile existinat, 392 : ille, inquam, Tillemontii calculus vel primis concionis illius verbis confutatur: sic enim orditur Chrysostomus : Sæpe

apud animum meum disquisivi, cujus grația majores nostri, relictis ædibus, quas in urbibus habent, lege
@==[147] Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐλέχθη δὲ ἐν τῷ μαρτυρίῳ τῆς

Ρωμανησίας, ἔνθα μαρτύρων σώματα, ὑπὸ τὸ ἔδαφος κείμενα ἐγγὺς λειψάνων αἱρετικῶν, ἀν

ηνέχθησαν, καὶ ἄνω κατ' ἰδίαν ετάφησαν 4.==
ἄξιοι μίαν ἡμέραν τοῦ Δεσπότου ἡμῶν ἐν ταῖς ἡμε

τέραις σκηναῖς ἐπιτελουμένην ἰδεῖν· ἵνα μὴ ἐγκαλέ σωσιν ἡμῖν οἱ ἅγιοι οὗτοι καὶ λέγωσιν· ὅτι τὸ μὲν αἷμα ἡμῶν ὑπὲρ αὐτοῦ ἐξεχέαμεν, καὶ τὰς κεφαλὰς ἡμῶν ἀποτμηθῆναι κατηξιώθημεν· τὴν δὲ ἡμέραν τῆς ἑορτῆς αὐτοῦ οὐ κατηξιώθημεν ἰδεῖν ἐν τοῖς ἡμε τέροις καταγωγίοις τελουμένην· διὰ ταῦτα τὴν πόλιν ἀφέντες, πρὸς τοὺς πόδας τῶν ἁγίων τούτων εδρά- μομεν, διὰ τῆς παρούσης ἡμέρας, καὶ ὑπὲρ τοῦ χρόνου τοῦ παρελθόντος ἀπολογούμενοι πρὸς αὐτούς. Εἰ γὰρ καὶ πρὸ τούτου ἔδει πρὸς τοὺς γενναίους του

τους τῆς εὐσεβείας ἀθλητὰς τρέχειν, ὅτε ὑπὸ τὸ
α. Καὶ ὅτε τοῦ σταυροῦ μνείαν ἐπετελοῦμεν, ἔξω

τῆς πόλεως τὴν ἑορτὴν ἐπετελέσαμεν, καὶ νῦν ὅτε τοῦ σταυρωθέντος τὴν ἀνάληψιν ἄγομεν τὴν φαιδράν ταύ την καὶ ἐξαστράπτουσαν ἡμέραν, ἔξω τῆς πόλεως πάλιν τὴν ἑορτὴν ἐπιτελοῦμεν. Ποιοῦμεν δὲ τοῦτο, οὐχὶ τὴν πόλιν ἀτιμάσαι βουλόμενοι, ἀλλὰ τιμῆσαι τοὺς μάρτυρας σπεύδοντες. Ἵνα γὰρ μὴ ἐγκαλῶσιν ἡμῖν οἱ ἅγιοι οὗτοι, καὶ λέγωσιν· ἡμεῖς οὐκ ἦμεν --- 4 1n Regio 2121, in titulo Ρωμανησίας, καὶ εἰς μαρτύρων σώματα ὑπὸ ἐδάφους... αἱρετικῶν, ἅπερ ἀνηνέχθη, καὶ κατ' ἰδίαν ἐτάφη, καὶ τί νοητέον τὸ ῥητὸν τοῦ Χριστοῦ τὸ λέγον, ότι εὑρεθήσονται δύο ἐν τῷ μύλων, ἀλήθουσαι.'

'