Μετάβαση στο περιεχόμενο

Σελίδα:Patrologia Graeca vol 50.pdf/209

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
@417 S. JOANNIS CHRYSOSTOMI ARCHIEP. CONSTANTINOP. 418
@ΟΜΙΛΙΑ *.

ΠΕΡΙ

ΤΗΣ ΤΩΝ ΝΕΚΡΩΝ ΑΝΑΣΤΑΣΕΩΣ
ἀρετῆς παρασκευάζει ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ

μετὰ πολλῆς τῆς σπουδῆς τὴν κακίαν φεύγειν, καὶ γαλήνης ἅπαντα καὶ εἰρήνης πληροί. Ο μὲν γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι, μηδὲ εὐθύνας δώσειν τῶν ἐνταῦθα πεπραγμένων αὐτῷ, ἀλλὰ μέχρι τοῦ παρόντ τος βίου τὰ ἡμέτερα στήσεσθαι νομίζων, καὶ περαι τέρω μηδὲν εἶναι πλέον, οὔτε ἀρετῆς ἐπιμελήσεται πῶς γὰρ, μηδεμίαν προσδοκῶν ἀμοιβὴν αὐτῷ κεῖσθαι τῶν πόνων; οὔτε κακίας ἀφέξεται, μηδεμίαν προσ- δοκῶν ὑποστήσεσθαι κόλασιν τῶν κακῶς αὐτῷ περ πραγμένων· ἀλλ᾽ ἐπιδοὺς ἑαυτὸν ταῖς ἀτόποις ἐπιθυ- μίαις, πᾶν εἶδος ἐπελεύσεται πονηρίας. Ὁ δὲ περὶ τῆς μελλούσης πεπεικώς ἑαυτὸν κρίσεως, καὶ τὸ φοβερὸν δικαστήριον ἐκεῖνο πρὸ τῶν ὀφθαλμῶν ἔχων, καὶ τὰς ἀπαραιτήτους εὐθύνας καὶ τὴν ἀπαραλό

γιστον ψῆφον, παντί τρόπῳ πειράσεται σωφροσύνης
α'. Περὶ δογμάτων ὑμῖν ἔμπροσθεν διελέχθημεν καὶ

τῆς τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ δόξης, επιστομί- ζοντες τοὺς καθαιροῦντας αὐτοῦ τὴν ἀξίαν, καὶ τοῦ γεγεννηκότος αὐτὸν ἀλλοτριοῦντας· σήμερον τὸν ἦθι- κώτερον βούλομαι γυμνάσαι λόγον, καὶ περὶ βίου καὶ πολιτείας ἅπασαν ποιήσασθαι τὴν παραίνεσιν· μᾶλλον δὲ οὐκ ἠθικὸς ἔσται μόνον, ἀλλὰ καὶ δογμα- τικὸς οὗτος ὁ λόγος· εἰς γὰρ τὴν περὶ τῆς ἀναστά- ξεως ὑπόθεσιν καθεῖναι παρασκευάζομαι. Αὕτη δὲ ἡ ὑπόθεσις ποικίλη τίς ἐστιν, ὁμοῦ καὶ εἰς δόγματα ἡμᾶς διορθοῦσα, καὶ τὸν βίον ἡμῶν ῥυθμίζουσα, καὶ τὴν τοῦ Θεοῦ πρόνοιαν ἁπάσης ἀπαλλάττουσα κατ- ηγορίας. Καὶ ὥσπερ ἀπιστουμένη, τὴν ζωὴν ἀνατρέ. πει τὴν ἡμετέραν, καὶ μυρίων κακῶν ἐμπίπλησι, καὶ τὰ ἄνω κάτω ποιεῖ· οὕτω πιστευομένη, τοὺς περὶ τῆς Προνοίας ἡμῖν συνεισάγει λόγους, καὶ πολλὴν τῆς --- • Collata cum codice Colbertino 5058.'

'