Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/563

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

εἰ μὲν σοφώτεροι καθεστήκασι διὰ σιωπῆς τὴν φιλοσοφίαν ἐπιδειξώμεθα. Εἰ δὲ ἀδελφοὶ τῇ καταστάσει, συμμέτρως τὴν θύραν ἀνοίξωμεν. Πλὴν ἄμεινον πάντας ὑπερέχειν λογίζεσθαι. Βουλόμενόν με πάντῃ ἀποτρέπειν ἐν ταῖς συνάξεσι τὸ τοῦ σώματος ἔργον τοῖς ἔτι νηπιώδεσιν, ἐπέσχεν ὁ τὴν ψάμμον ἐν τῇ ἀναβολίδι παννυχὶ φέρων. Ὥσπερ ἐναντιοῦται τῷ λόγῳ τῶν δογμάτων τῆς ἁγίας καὶ ἀκτίστου, καὶ προσκυνητῆς Τριάδος τὰ περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς αὐτῆς πανυμνήτου μονάδος [Τριάδος]· τὰ μὲν γὰρ ἐκεῖ πληθυντικὰ, ἐν τούτῳ ὑπάρχουσι ἑνικά· τὰ δὲ ἐκεῖ ἑνικὰ, ἐνταῦθά εἰσι πληθυντικά· οὕτως ἕτερα τὰ τῇ ἡσυχίᾳ, καὶ ἄλλα τὰ τῇ ὑπακοῇ πρέποντα ἐπιτηδεύματα. Ὁ μὲν θεῖός φησιν Ἀπόστολος· Τίς ἔγνω νοῦν Κυρίου; ἐγὼ δὲ λέγω· Τίς ἔγνω νοῦν ἀνθρώπου ἡσυχαστοῦ σώματι καὶ πνεύματι;

Κράτος βασιλεῖ πλοῦτος καὶ πλῆθος· κράτος δὲ ἡσυχαστῇ προσευχῆς πλῆθος.