Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/558

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

γῆς ἀπεδύσαντο· οὐ μόνον δὲ ἐπὶ ἀμελεστέρων, ἀλλὰ καὶ ἐπὶ σπουδαίων πολλάκις τὸ αὐτὸ γέγονε. Τῷ αὐτῷ κανόνι καὶ ἐπὶ τῆς ἡσυχίας χρησώμεθα λέγοντες, πολλοὺς δοκίμους δεξαμένη, ἀπεδοκίμασε διὰ τῆς ἰδιορυθμίας, φιληδόνους αὐτοὺς ἐλέγξασα· ἑτέρους δὲ λαβοῦσα τῷ φόβῳ καὶ τῇ μερίμνῃ τῆς τοῦ ἑαυτῶν κρίματος βασταγῆς, σπουδαίους τινὰς, καὶ ζέοντας εἰργάσατο. Μηδεὶς ὑπὸ θυμοῦ καὶ οἰήσεως, ὑποκρίσεώς τε καὶ μνησικακίας ὀχλούμενος, ἴχνος ἡσυχίας ἰδεῖν τολμῆσαι μήπως ἔκστασιν, καὶ μόνον κερδήσῃ. Εἰ δέ τις τούτων καθαρὸς, αὐτὸς λοιπὸν γνώσεται τὸ συμφέρον, οἶμαι δὲ οὐδ᾿ αὐτός·τῶν λόγῳ τὴν ἡσυχίαν μετερχομένων σημεῖα, καὶ στάδια, καὶ τεκμήρια ταῦτα· νοῦς ἀκύμαντος, ἔννοια ἡγνισμένη, ἁρπαγὴ πρὸς Κύριον, κολάσεων παράστασις, θανάτου ἔπειξις, προσευχὴ ἀκόρεστος, φυλακὴ ἄσυλος, πορνείας θνῆσις, προσπαθείας ἄγνοια, θάνατος κόσμου, γαστριμαργίας ἀνορεξία, θεολογίας ὑπόθεσις, διακρίσεως πηγὴ, δάκρυον ὑπόσπονδον, πολυλογίας ἀπώλεια, καὶ εἴτι τῶν τοιούτων, οἷς τὰ πλήθη φιλεῖ ἀντικεῖσθαι. Τοῖς δὲ οὐ λόγῳ ταύτην μετερχομένοις, αὕτη, τοῦ πλούτου ἡ πενία ὀργῆς· αὔξησις μνησικακίας ἀποθήκη, ἀγάπης μείωσις, τύφου πρόσληψις, καὶ τὸ ἑξῆς σιωπήσομαι. Ἐπεὶ δὲ οὕτως ὁ λόγος κατέδραμεν, ἀνάγκη καὶ περὶ τῶν ἐν ὑποταγῇ ἐνταῦθα ἐνθέσθαι, καὶ μάλιστα, πρὸς αὐτοὺς γὰρ καὶ ὁ λόγος ὡς ἐπιπολὺ ἀποτείνεται.

Τῶν νομίμως, ἀμοιχεύτως καὶ ἀμολύντως τῇ κοσμίῳ ταύτῃ (ὑποταγῇ) καὶ εὐρεπεῖ συζευχθέντων, ταῦτα τὰ τεκμήρια καὶ εἰσὶ, καὶ ὁρίζονται παρὰ τοῖς θεοφόροις Πατράσιν, ἰδίῳ μέντοι καιρῷ τελειούμενα· πλὴν ὅτι καθημέραν προσενηνόχαμεν προσθήκην, καὶ προκοπὴν λαμβάνοντες. Ταπεινώσεως εἰσαγωγικῆς αὔξησις, θυμοῦ μείωσις· πῶς γὰρ καὶ μὴ γεννήσεται τῆς χολῆς κενουμένης, σκοτισμῶν ἔλλειψις, ἀγάπης πρόσληψις, παθῶν ἀλλοτρίωσις, μίσους λύτρωσις, ἐξ ἐλέγχου λαγνείας μείωσις, ἀκηδίας ἄγνοια, σπουδῆς πρόσληψις, συμπαθείας ἀγάπη, ὑπερηφανίας ξενιτεία, τὸ πᾶσι ζητητέον, καὶ ὀλίγοις εὑρητέον, κατόρθωμα· ὕδατος μὴ παρόντος ἐν πηγῇ ἀνοίκειον τὸ ὄνομα. Καὶ τὸ ἑξῆς νενόηται τοῖς νοῦν ἔχουσι·νεᾶνις μὲν μὴ φυλάξασα κοίτην, ἐμίανε σῶμα καὶ ψυχὴ μὴ φυλάξασα συνθήκην, ἐμίανε πνεῦμα· καὶ τῇ μὲν ἀκολουθεῖ ψόγος, μῖσος, μάστιγες, χωρισμοὶ, τὸ πάντων ἐλεεινότατον· τῇ δὲ, μολυσμοὶ, θανάτου λήθη, κοιλίας ἀπληστία, ὀφθαλμῶν ἀκράτεια, κενοδοξίας ἐργασία, ὕπνου ἀχορτασία, σκληροκαρδία, ἀναισθησία, λογισμῶν ἀποθήκη, καὶ συγκαταθέσεως προσθήκη, αἰχμαλωσία καρδίας, ταραχῆς ἐργασία, ἀνηκοΐα, ἀντιλογία, προσπάθεια, ἀπιστία, ἀπληροφορία, πολυλογία, παῤῥησία, ἡ πάντων χαλεπωτέρα· τὸ δὲ πάντων ἐλεεινότερον, ἀκατάνυκτος καρδία, ἣν διαδέχεται ἐν τοῖς μὴ προσ-