Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/541

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ζητήσωμεν· μήπως εὑρεθῶμεν ἐναντίως τὰ ἱστία ἐκτείνοντες· παρακάλει ἐξ ἀγάπης γέροντας πρακτικοὺς οἵτινες κατέτριψαν τὰ σώματα αὐτῶν ἐν ἀσκήσει (25), μικρὰν ἀνάπαυσιν αὐτοῖς παρεχόμενος. Ἀνάγκαζε νέους ἐγκρατεύεσθαι, οἵτινες κατέτριψαν τὰς ψυχὰς αὐτῶν ἐν ἁμαρτίαις, μνήμην κολάσεως αὐτοῖς διηγούμενος. Τῶν οὐκ ἐνδοχομένων ἐστὶν, ὅπερ ἐν ἑτέρῳ εἰρήκαμεν, εὐθέως ἐν προοιμίοις εἰς ἅπαν γαστριμαργίας καὶ κενοδοξίας ἡμᾶς καθαρεύειν· ἀλλὰ μὴ θελήσωμεν διὰ τρυφῆς τῇ κενοδοξίᾳ μάχεσθαι· ἧττα γὰρ γαστριμαργίας κενοδοξίαν, τοῖς εἰσαγωγικοῖς λέγω, ἀποτίκτει. Μᾶλλον δὲ δι᾿ ἐνδείας κατ᾿ αὐτῆς πρεσβεύσωμεν. Ἐλεύσεται γὰρ ὥρα, καὶ νῦν ἐστι τοῖς βουλομένοις, ἵνα ὑποτάξῃ Κύριος καὶ ταύτην ὑπὸ τοὺς πόδας ἡμῶν. Οὐ τοῖς αὐτοῖς οἱ νέοι καὶ οἱ γεγηρακότες προσερχόμενοι πολεμοῦνται πάθεσι. Πολλάκις γὰρ εἰς ἅπαν ἐναντίας τὰς νόσους κέκτηνται. Διὰ τοῦτο μακαρία, ἡ μακαρία ταπείνωσις, ὅτι νέοις καὶ γεγηρακόσιν ἀσφαλὴς καὶ δυνατὴ γίγνεται μετάνοια. Μὴ θορυβήσω ἐν τῷ λέγειν ἔρχομαι. Σπάνιοι γὰρ, πλὴν εἰσὶ ψυχαὶ εὐθεῖς καὶ ἀπόνηροι, κακίας, καὶὑποκρίσεως, καὶ κακεντρεχείας ἀπηλλαγμέναι, αἷς πάντη ἡ τῶν ἀνθρώπων συνδιατριβὴ ἀντίκειται δυναμέναις μετὰ τοῦ ὁδηγοῦντος ἐκ τῆς ἡσυχίας, ὥσπερ ἐκ λιμένος, εἰς οὐρανὸν ἀνέρχεσθαι, καὶ τῶν κοινοβιακῶν θορύβων, καὶ σκανδάλων διαμεῖναι ἀνενδεεῖς καὶ ἀπείρατοι. Λάγνους μὲν ἄνθρωποι, πονηροὺς δὲ ἄγγελοι, ὑπερηφάνους δὲ Θεὸς ἰάσασθαι πέφυκεν. Εἶδος ἀγάπης πολλάκις ἴσως γέγονε καὶ τοῦτο, τὸ τῷ πλησίον καταλιμπάνειν παραβάλλοντι πρὸς ἡμᾶς ποιεῖν, καθὼς βούλεται, ἐν ἅπασιν, ἡμῶν μέντοι ἱλαρότητα πᾶσαν ἐπιδεικνυμένων (27), ζητητέον πῶς καὶ ἕως τίνος, καὶ πότε, καὶ ἢ ἄρα ἀναλυτικὴ ἡ μεταμέλεια τῶν καλῶν, ὥσπερ τῶν κακῶν. Διακρίσει πολλῇ χρησώμεθα, πότε μὲν ἵστασθαι, καὶ ἐν ποίοις, καὶ ἕως τίνος προσπαλαίειν ταῖς τῶν παθῶν ὕλαις ὀφείλομεν. Ἔστι γὰρ καὶ φυγεῖν προκρῖναι διὰ τὴν ἀσθένειαν, ἵνα μὴ ἀποθάνωμεν. Ἴδωμεν καὶ φυλάξωμεν (ἴσως γὰρ καὶ ἐν καιρῷ διὰ πικρίας χολὴν κενῶσαι δυνάμεθα), ποῖοι μὲν τῶν δαιμόνων ὑψοῦσι, ποῖοι δὲ ταπεινοῦσι, καὶ ποῖοι σκληρύνουσι, ποῖοι δὲ παρακαλοῦσι, καὶ ποῖοι μὲν σκοτίζουσι, ποῖοι δὲ πάλιν φωτισμὸν ὑποκρίνονται, καὶ ποῖοι μὲν νωθροὺς, ποῖοι δὲ κακεντρεχεῖς, ποῖοι δὲ σκυθρωποὺς, καὶ ποῖοι ἱλαροὺς ἡμᾶς ἀπεργάζονται. Μὴ θαμβηθῶμεν ἐν τῷ σταδίῳ ἐν προοιμίοις ἑαυτοὺς ἐμπαθεστέρους τῆς ἐν τῷ κόσμῳ ἡμῶν διαγωγῆς ὁρῶντες. Δεῖ γὰρ τὰ αἴτια πάντα κινηθῆναι. Εἶθ᾿ οὕτως τὴν ὑγείαν ἡμῖν προσγενέσθαι, εἰ καὶ τάχα που τὰ θηρία κρυπτόμενα οὐκ ἐβλέποντο. Ὅτε κατά τινα σύμβασιν λοιπὸν οἱ τελειότητι πλησιάζοντες, ἔντινι ψιλῷ τοῖς δαίμοσι ἡττηθῶσι, πάσῃ μηχανῇ χρῶνται συντόμως τοῦτο ἐξ αὐτῶν ἑκατονταπλάσιον ἀφαρπάσασθαι. Ὥσπερ οἱ ἄνεμοι (28), ποτὲ μὲν τὴν ἐπιπολὴν, διὰ τὸ γαληνὸν, ποτὲ δὲ τὸν βυθὸν τῆς θαλάσσης ταράττειν εἰώθασιν· οὕτως μοι νόει καὶ ἐπὶ τῶν σκοτεινῶν ἀνέμων, τῶν μὲν γὰρ ἐμπαθῶν αὐτὴν τὴν τῆς καρδίας αἴσθησιν ταράσσειν πεφύκασι· τῷν δὲ ἤδη προκοψάντων, τὴν ἐπιπολὴν τοῦ νοός.