Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/540

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἡμᾶς κωλύουσι διαπράττεσθαι, τὰ δὲ μοχθηρότερα μετελθεῖν μᾶλλον προτρέπονται. Εὑρίσκω Ἰωσὴφ ἐκεῖνον δι᾿ ἀποστροφὴν ἁμαρτίας, καὶ οὐ δι᾿ ἔνδειξιν ἀπαθείας μακαριζόμενον. Ζητητέον ἡμῖν ἐν ποίαις καὶ πόσαις ἁμαρτίαις ἡ ἀποστροφὴ στέφανον κέκτηται. Ἄλλο τὸ ἀποστρέφεσθαι τὴν σκιάν· ὑψηλότερον δὲ τὸ προστρέχειν τῷ ἡλίῳ. Τὸ σκοτοῦσθαι αἴτιον τοῦ προσκόπτειν· τὸ δὲ προσκόπτειν τοῦ πίπτειν· τὸ δὲ πίπτειν τοῦ θνήσκειν. Ἐξ οἴνου οἱ σκοτισθέντες, ἐνίψαντο πολλάκις ὕδατι· οἱ δὲ ἐκ παθῶν σκοτισθέντες, ἐνίψαντο δάκρυσιν. Ἄλλο θόλωσις, καὶ ἄλλο ἐπίχυσις, καὶ ἕτερον τύφλωσις· καὶ τὴν μὲν προτέραν ἰάσατο ἐγκράτεια· τὴν δὲ δευτέραν ἡσυχία· τὴν δὲ τρίτην ὑπακοὴ, καὶ ὁ Θεὸς ὑπήκοος γεγονώς. Ἡμεῖς ἐκ δύο τῶν τὰ κάτω καθαιρόντων προσφυῶς τὰ δύο τῶν τὰ ἄνω φρονούντων, ὡς ἐν ὑποδείγμασιν ὑπειλήφαμεν. Κναφεῖον μὲν τὸ κατὰ Κύριον κοινόβιον· τὸ τὸν ῥύπον, καὶ τὴν παχύτητα, καὶ τὴν ἀμορφίαν τῆς ψυχῆς ἀποξέον, εἰρηκότες. Βαφεῖον δ᾿ ἂν εἴη ἡ ἀναχώρησις τοῖς τὴν λαγνείαν, καὶ μνησικακίαν, καὶ θυμὸν ἀποθεμένοις, καὶ ἐξ ἐκείνου λοιπὸν πρὸς ἡσυχίαν μετερχομένοις. Τινὲς τὸ τοῖς αὐτοῖς περιπίπτειν πτώμασιν ἐξ ἐλλείψεως τῆς ἁρμοζούσης, καὶ ἀντισηκούσης μετανοίας τῷ προτέρῳ φασί. Ζητητέον δὲ εἰ πᾶς ὁ μὴ πεσὼν τῷ ἑαυτῷ εἴδει, ἄρα καὶ ἀξίως μετενόησε. Πεπτώκασι τοῖς αὐτοῖς τινες, ἢ τῶν προτέρων ἐν λήθης βυθῷ καταχωσθέντες, ἢ τὸν Θεὸν ἐκ φιληδονίας φιλάνθρωπον ὑπολαμβάνοντες· ἢ τῆς ἑαυτῶν σωτηρίας ἀπολεγόμενοι. Οὐκ οἶδα εἰ μήπω μέ τις καταμέμφεσθαι ἤμελλεν, ἐπεὶ ἂν εἶπον, ὅτιπερ τὸν ἐχθρὸν τοῦτον λοιπὸν δῆσαι μὴ ἰσχύοντες, τῇ τῆς συνηθείας ἰσχύϊ τυραννοῦντα αὐτούς.

Ἐρευνητέον πῶς ἀσώματος οὖσα ἡ ψυχὴ, τοὺς πρὸς αὐτὴν ὁμοουσίους ἐπιδημοῦντας, ὡς ἔχουσι φύσεως ὁρᾷν οὐ πέφυκε· μήπως ἄρα διὰ τὴν ζεῦξιν, ἣν ὁ δήσας μόνος ἐπίσταται; Βουλομένῳ μαθεῖν φράζε δὴ, φράζε, τίς με γνωστικὸς ἐπύθετο, ποῖοι τῶν πνευμάτων ταπεινοῦν, ποῖοι δὲ ὑψοῦν ἐπὶ ταῖς ἁμαρτίαις πεφύκασι τὸν νοῦν. Κἀμοῦ πρὸς τὸ σκέμμα δυσχεράνατος, καὶ τὴν ἄγνοιαν βεβαιωσαμένου ὅρκῳ, ὁ μανθάνων ἐδίδαξεν. Ἐν ὀλίγοις, φησὶ, διακρίσεως ζύμην σοι δεδωκὼς καταλείψω ζητεῖν ἐμπόνως· ὁ τῶν σωμάτων, καὶ ὁ τῆς ὀργῆς, καὶ ὁ τῆς κοιλιομανίας· ὁ τῆς ἀκηδίας, ὁ ὕπνου οὐ πεφύκασί πως ἐπαίρειν τὸ τοῦ νοὸς κέρας. Ὁ δὲ τῆς φιλαργυρίας, φιλαρχίας τε καὶ πολυλογίας, καὶ ἕτεροι πλείους κακῷ κακὸν εἰώθασιν ἐπισυνάπτειν. Διὸ καὶ ὁ τοῦ κρίνειν, τούτοις παραπλήσιος καθέστηκεν. Εἴ τις πρὸς κοσμικοὺς ἢ παρεγένετο, ἢ ἐδέξατο, καὶ ἐπὶ τῷ αὐτῶν μετὰ τὴν ὥραν ἢ ἡμέραν χωρισμῷ λύπης βέλος ἐδέξατο, καὶ μὴ μᾶλλον χαρᾶς ὡς ἐμποδίου παγίδος ἀπαλλαγεὶς, οὗτος ἢ ὑπὸ κενοδοξίας ἢ ὑπὸ πορνείας ἐμπαίζεται. Τὸ πόθεν ὁ ἄνεμος πνεῖ πρὸ πάντων