Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/539

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10691070
SCALA PARADISI. — GRADUS XXVI.

κνος ψυχὴ ἐξήγειρε καθ᾿ ἑαυτῆς δαίμονας, πληθυνθέντων δὲ πολέμων, ἐπληθύνθησαν καὶ στέφανοι. Ὁ μὴ πληττόμενος ὑπὸ πολεμίων, οὐ πάντως στεφανωθήσεται. Ὁ δὲ ἐπὶ τοῖς συμβατικοῖς πτώμασι (20) μὴ ἀποκάμνων, ὑπὸ ἀγγέλων ὡς πολεμιστὴς εὐφημηθήσεται. Τρεῖς μέν τις νύκτας ἐν γῇ πεποιηκὼς ἀνεβίω εἰς ἅπαν· ὁ δὲ τρεῖς ὥρας νενικηκὼς οὐκ ἀποθανεῖται λοιπόν. Ἐὰν κατ᾿ οἰκονομικὴν παίδευσιν, μετὰ τὴν ἀνατολὴν αὐτοῦ ἐν ἡμῖν, Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, πάντως ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ λοιπὸν διελεύσονται πρὸς ἡμᾶς οἱ πρώην ἀναχωρήσαντες ἄγριοι σκύμνοι, καὶ πάντα τὰ θηρία τοῦ δρυμοῦ τῶν ἀκανθωδῶν παθῶν, ὠρυόμενοι ἁρπάσαι τὴν ἐν ἡμῖν ἐλπίδα, καὶ ζητοῦντες παρὰ τοῦ Θεοῦ τῶν παθῶν βρῶσιν αὐτοῖς, ἢ δι᾿ ἐννοίας, ἢ διὰ πράξεως, ἀνέτειλεν ἡμῖν διὰ σκοτεινῆς ταπεινώσεως πάλιν ὁ ἥλιος· καὶ πρὸς ἑαυτὰ τὰ θηρία συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν, ἤγουν φιληδόνους καρδίας καταστήσονται, καὶ οὐκ ἐν ἡμῖν. Τότε ἐροῦσιν ἐν τοῖς δαίμοσιν· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν ἔλεος πάλιν· ἡμεῖς δὲ πρὸς αὐτούς· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. Ὑμεῖς δὲ διωκόμενοι· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, πάντως ψυχῆς γηΐνης πάσης ἐπιθυμίας ὑψωθείσης, καὶ ἥξει εἰς Αἰγυπτίαν, καρδίαν τὴν πρώην ἐσκοτισμένην, καὶ σεισθήσονται τὰ χειροποίητα εἴδωλα, καὶ ἐνθυμήματα τοῦ νοός. Εἰ Χριστὸς ἀπὸ Ἡρώδου σωματικῶς φεύγει, καίπερ πάντα δυνάμενος, παιδευέσθωσαν οἱ προπετεῖς, μὴ ἑαυτοὺς τοῖς πειρασμοῖς ἐπιῤῥίπτειν· Μὴ δῴης γὰρ, φησὶν, εἰς σάλον τὸν πόδα σου, καὶ οὐ νυστάξει ὁ φυλάσσων σε ἄγγελος. Συμπλέκεται τῇ ἀνδρείᾳ ἡ τύφωσις, ὥσπερ ὁ λεγόμενος σμίλαξ τῇ κυπαρίσσῳ. Ἔργον ἡμῖν ἔστω ἀένναον, μὴ ψιλῇ ἐννοίᾳ λογίζεσθαι ἡμᾶς τὸ οἱονοῦν κεκτῆσθαι ἀγαθόν· ἀλλὰ τοῦτο ἀκριβῶς ἐκζητοῦν ἰδίωμα σκοπήσωμεν, εἰ ἐν ἡμῖν ἐστι. Καὶ τότε πάντως ἐλλείποντας ἑαυτοὺς νοήσομεν· ζήτει καὶ τῶν παθῶν ἀπαύστως τὰ τεκμήρια, καὶ τότε πολλὰ ἐνόντα σοι συνήσεις, ἅπερ ἐν νόσοις μὲν ὄντες διαγνῶναι οὐ δυνάμεθα, ἢ δι᾿ ἀσθένειαν, ἢ διὰ βαθεῖαν προκατάληψιν.

Πρόθεσιν κρίνει ὁ Θεός (21). Ἐν δὲ τοῖς κατὰ δύναμιν τὴν ἐργασίαν φιλανθρώπως μέντοι ζητεῖ. Μέγας ὁ μηδὲν κατὰ δύναμιν ἐλλείπων (25)· μείζων δὲ ὁ ἐν ταπεινώσει ἐν τοῖς ὑπὲρ δύναμιν ἐπιχειρῶν. Πολλάκις οἱ δαίμονες τὰ κουφότερα, καὶ συμφέροντα