Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/537

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10651066
SCALA PARADISI. — GRADUS XXVI.

Εἵ τις σῶμα στῆσαι βούληται ἁγνὸν τῷ Κυρίῳ, καὶ καρδίαν καθαρὰν ἐπιδείξασθαι αὐτῷ, τηρησάτω ἀοργησίαν καὶ ἐγκράτειαν· τούτων γὰρ χωρὶς, πᾶς κόπος ἡμῶν ἀνόνητος. Ὥσπερ διάφορα τῶν ὀφθαλμῶν τὰ φῶτα, οὕτως πολλαὶ καὶ διάφοροι τοῦ νοητοῦ ἡλίου αἱ ἐν ψυχῇ γινόμεναι ἐπισκιάσεις· ἄλλη μὲν γὰρ, ἡ διὰ τῶν σωματικῶν δακρύων, καὶ ἄλλη ἡ διὰ τῶν ψυχικῶν· ἑτέρα ἡ διὰ τῶν τοῦ σώματος ὀφθαλμῶν, καὶ ἑτέρα διὰ τῶν νοερῶν· ἄλλη ἡ ἐξ ἀκοῆς λόγου, καὶ ἑτέρα ἡ ἰδιαιρέτως κινουμένη ἐν τῇ ψυχῇ ἀγαλλίασις· ἄλλη ἡ ἐξ ἡσυχίας, καὶ ἑτέρα ἡ ἐξ ὑπακοῆς. Πρὸς τούτοις πᾶσιν ἄλλη ἡ δι᾿ ἐκστάσεως τὸν νοῦν ἐν φωτὶ τῷ Χριστῷ παριστῶσα ἀῤῥήτως καὶ ἀφράστως. Εἰσὶν ἀρεταὶ καὶ εἰσὶ μητέρες ἀρετῶν (14). Ὁ ἐχέφρων τοίνυν ἐπὶ τῇ τῶν μητέρων μᾶλλον ἀγωνίζεται κτήσει· τῶν μὲν μητέρων Θεὸς αὐτὸς ἐν ἰδίᾳ ἐνεργείᾳ διδάσκαλος· τῶν δὲ θυγατέρων πλεῖστοι. Πρόσχωμεν μήπως τὴν τῆς τρυφῆς ἔνδειαν διὰ πολυυπνίας ἀναπληρῶμεν· ἔργον γὰρ ἀφρόνων τοῦτο, ὥσπερ καὶ τὸ ἔμπαλιν. Εἶδον ἐργάτας κατά τινα περίστασιν μικρὸν τῇ γαστρὶ ὑποχαλάσαντας· θᾶττον δὲ οἱ ἀνδρεῖοι διὰ παννυχίου στάσεως τὴν τάλαιναν ἐβασάνισαν, καὶ τὸν κόρον τοῦ λοιποῦ μετὰ χαρᾶς ἀποστρέφεσθαι ἐπαίδευσαν. Παλαίει μὲν ὁ τῆς φιλαργυρίας [δαίμων]ὀξέως τοῖς ἀκτήμοσιν· ὅταν δὲ μὴ ἰσχύσῃ, τότε λοιπὸν τοὺς πτωχοὺς εἰς ἀφορμὴν προβαλλόμενος, ὑλικοὺς πάλιν τοὺς ἀΰλους ἀνέπεισε γενέσθαι. Ἀθυμοῦντες μὲν, τῆς πρὸς τὸν Πέτρον ἐντολῆς τοῦ Κυρίου ἐννοοῦντες μὴ παυσώμεθα, τοῦ συγχωρεῖν ἑβδομηκοντάκις ἑπτὰ τῷ ἁμαρτάνοντι. Ὃς γὰρ ἑτέρῳ ἐνετείλατο, πάντως καὶ αὐτὸς πολλῷ πλέον ποιήσειεν. Ἐπαιρόμενοι δὲ, τὸ σύμπαν τοῦ εἰρηκότος μὴ παυσώμεθα ἐννοούμενοι. Ὅστις τελέσει πάντα τὸν πνευματικὸν νόμον, πταίσει δὲ ἐν ἑνὶ πάθει, τοῦτ᾿ ἔστι, ἐν ὑψηλοφροσύνῃ, γέγονε πάντων ἔνοχος. Εἰσί τινες πνευματικῶν πονηρῶν καὶ φθονερῶν καταστάσεις ἑκουσίως τῶν ἁγίων ὑποχωροῦσαι, ἵνα μὴ ἐπὶ τοῖς ἀνικήτοις πολέμοις πρόξενοι στεφάνων τοῖς ὀχλουμένοις γένωνται. Μακάριοι μὲν οἱ εἰρηνοποιοὶ (15), καὶ οὐδεὶς ὁ ἀντιλέγων. Ἐγὼ δὲ ἑώρακα καὶ ἐχθροποιοὺς μακαρίους· δύο τινὲς πρὸς ἀλλήλους σχέσιν πορνικὴν ἐκέκτηντο· τῶν δὲ γνωστικωτάτων τις ἀνὴρ δοκιμώτατος, διάκονος πρὸς ἑκατέρους μίσους ἐγένετο, ἐκείνῳ μὲν, τοῦτον διαβάλλων ὡς λοιδοροῦντα αὐτόν· τούτῳ δὲ πάλιν ἐκεῖνον ὁμοίως· καὶ ἠδυνήθη ὁ σοφὸς δαιμόνων κακίαν ἀνθρωπίνῃ πανουργίᾳ διακρούσασθαι, καὶ μῖσος ἐργάσασθαι πορνείαν λῦον (16). Ἔστιν ὁ διὰ ἐντολὴν, ἐντολὴν παρακρουόμενος. Εἶδον γὰρ κατὰ Θεὸν νέους ἑαυτοῖςπροσκειμένους· καὶ μέντοι διὰ τὴν ἑτέρων βλάβην καὶ συνείδησιν, ἀλλήλους πληροφορήσαντες, πρὸς χρόνον ἐμάκρυναν. Ὡς ἐναντία γάμος καὶ ἐξόδιον, οὕτως ἀσύμφωνα ὑπερηφανία καὶ ἀπόγνωσις. Καὶ ἔστιν ἐξ ἀκαταστασίας δαιμόνων, ἀμφότερα ὁμοθυμαδὸν θεάσασθαι. Εἰσί τινες τῶν ἀκαθάρτων δαιμόνων τὴν τῶν θείων Γραφῶν ἑρμηνείαν ἐν προοι-