Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/536

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐπὶ ταῖς ἀρεταῖς Θεὸν τὸν παντοδύναμον, καὶ ἀγγέλους, καὶ ἁγίους εἰς συνεργίαν ἔχοντες, ἐπὶ δὲ τοῖς ἐναντίοις τὸν πονηρὸν, καὶ μόνον δαίμονα, εὐπρεπεστέρως καὶ ὀξυτέρως πρὸς τὰ πάθη καμπτόμεθα. Περὶ μὲν τούτου ἐγὼ εἰς ἀκρίβειαν λέγειν οὐ δύναμαι, οὐδὲ βούλομαι. Τὰ μὲν γεγονότα πάντα, εἰ οὕτω καθ᾿ ὃ γεγόνασι φύσεως ἔχουσι, πῶς τε εἰκών εἰμι τοῦ Θεοῦ, καὶ τῇ πηλῷ συμφύρομαι; ὥς φησιν ὁ μέγας Γρηγόριος. Εἰ δὲ ἑτέρως πώς τινα τῶν κτισθέντων παρ᾿ ὃ γέγονε καθέστηκε, πάντως τῆς ἑαυτοῦ συγγενείας ἀπλήστως ὀρέγεται; Ἐν πάσῃ τις μηχανῇ χρησάτω, ἵν᾿ οὕτως εἴπω, ὅπως ἐν τῷ θρόνῳ τοῦ Θεοῦ τὴν πηλὸν ἀνενέγκας ἐνθρονιάσῃ.

Οὐκοῦν μηδεὶς πρὸς τὴν ἀνάβασιν προφασιζέσθω· ἡ γὰρ ὁδὸς καὶ ἡ θύρα ἠνέῳκται (10)· ἡ μὲν τῶν κατορθωμάτων τῶν πνευματικῶν πατέρων ἀκρόασις τὸν νοῦν καὶ τὴν ψυχὴν πρὸς ζῆλον διυπνίζουσιν· ἡ δὲ διδασκαλικὴ ἀκρόασίς ἐστι σκοτίας λύχνος, πεπλανημένων ἐπάνοδος, μυωπαζόντων φωτισμός. Διακριτικός ἐστιν ὑγιείας εὑρετὴς, καὶ νόσου καθαιρέτης. Κατὰ δύο τρόπους πάντες οἱ λεγόμενοι μικροθαύμαστοι τοῦτο πάσχειν πεφύκασι· ἢ ἀγνωσίας ἐσχάτης χάριν, ἢ σκοπῷ ταπεινοφροσύνης τὰ τοῦ πλησίον μεγαλύνοντες καὶ ἐπαίροντες. Ἀγωνισώμεθα μὴ μόνον παλαίειν, ἀλλὰ πολεμεῖν τοὺς δαίμονας· ὁ μὲν γὰρ ποτὲ μὲν βάλλει, ποτὲ δὲ βάλλεται. Οἱ δὲ πάντοτε τὸν ἐχθρὸν διώκουσιν. Ὁ νικήσας τὰ πάθη τιτρώσκει δαίμονας· τὰ πάθη μὲν ὑποκρινόμενος ἔχειν, διὰ τούτου δὲ ἀπατῶν τοὺς ἐχθροὺς αὐτοῦ, καὶ μένων ἀπολέμητος ἐξ αὐτῶν. Ἠτιμάσθη ποτέ τις τῶν ἀδελφῶν (11), καὶ μηδ᾿ ὅλως κινηθεὶς τῇ καρδίᾳ, κατὰ νοῦν προσευξάμενος· εἶθ᾿ οὕτως ἀποδύρεσθαι ἐπὶ ταῖς ἀτιμίαις ἤρξατο δι᾿ ἐπιπλάστου πάθους τὴν ἑαυτοῦ ἀπάθειαν ἀποκρυψάμενος. Ἕτερος τῶν ἀδελφῶν εἰς προκαθεδρίαν ὢν εἰς ἅπαν ἀνόρεκτος, ὑπὲρ ταύτης τὸν πονοῦντα ὑπεκρίνατο. Πῶς δέ σοι φράσω τὴν ἐκείνου ἁγνείαν (12), τοῦ ἐν πορνείῳ τῷ δοκεῖν ἁμαρτίας ἕνεκα εἰσπηδήσαντος, τὴν δὲ πόρνην πρὸς ἄσκησιν ἀνασπάσαντος; Τίνι πάλιν τῶν ἡσυχαζόντων βότρυν τις προσκεκόμικε πρωῒ λίαν· ὁ δὲ μετὰ τὴν τοῦ προσαγηοχότος ἄφιξιν ὀξείᾳ ὁρμῇ τινι ἀνορέκτως τοῦτον βέβρωκε, τοῖς δαίμοσι γαστρίμαργον ἑαυτὸν ἐμφανίζων; ἄλλος πάλιν μικρὰ ἀπολωλεκὼς θαλλία, ἅπασαν τὴν ἡμέραν ἐποίει ἑαυτὸν ἀλγυνόμενον· πολλὴ τοῖς τοιούτοις νήψεως χρεία καθέστηκε, μήπως ἐμπαίζειν ἐπιχειρήσαντες, εἰς ἐμπαιγμὸν καταλήξωσιν (13). Οὗτοι γὰρ ὄντως περὶ ὧν τις ἔφησεν, Ὡς πλάνοι τυγχάνουσι καὶ ἀληθεῖς.