Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/519

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10291030
SCALA PARADISI. — GRADUS XXVI.

ἀναίρεσιν ταπεινοφροσύνη κατησφαλίσατο. Διὰ τοῦτο τὸ πένθος διπλοῦν, ὡς τῆς ἁμαρτίας ἀναιρετικὸν, καὶ τῆς ταπεινοφροσύνης ποιητικόν· εὐσεβῶν μὲν, τὸ παντὶ αἰτοῦντι διδόναι (59), εὐσεβεστέρων δὲ καὶ τῷ μὴ αἰτοῦντι. Τὸ δὲ ἀπὸ τοῦ αἴροντος μὴ ἀπαιτεῖν δυναμένους μάλιστα, τάχα τῶν ἀπαθῶν καὶ μόνων ἴδιον καθέστηκεν.

Ἐν πᾶσι τοῖς πάθεσι καὶ ταῖς ἀρεταῖς ἑαυτοὺς ἐκζητοῦντες μὴ παυσώμεθα, ποῦ τυγχάνομεν ἐν ἀρχῇ, ἐν μεσότητι, ἢ ἐν τέλει. Πάντες οἱ πρὸς ἡμᾶς δαιμόνων πόλεμοι, ἐκ τριῶν τούτων αἰτιῶν συνίστανται· ἐκ φιληδονίας, ἢ ἐκ ὑπερηφανίας, ἢ ἐκ φθόνουαὐτῶν. Οἱ μὲν ἔσχατοι μακάριοι· οἱ δὲ μέσοι πανάθλιοι· οἱ δὲ πρότεροι ἀχρεῖοι ἕως τέλους τυγχάνουσι. Ἔστι τις αἴσθησις, μᾶλλον δὲ ἕξις, φερέπονος λεγομένη, ὑφ᾿ ἧς ὁ ἁλοὺς οὐκ ἔτι δειλιάσει, ἢ ἀποστραφεῖ πόνου ποτέ· ταύτῃ τῇ ἀοιδίμῳ αἱ τῶν μαρτύρων ψυχαὶ κρατηθεῖσαι τῶν βασάνων εὐχερῶς κατεφρόνησαν. Ἄλλο φυλακὴ λογισμῶν, καὶ ἕτερον (60) νοὸς τήρησις, καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, κατὰ τοσοῦτον ὑψηλοτέρα τῆς προτέρας ἡ δευτέρα, εἰ καὶ μοχθηροτέρα ὑπάρχοι. Ἄλλο προσεύχεσθαι κατὰ λογισμῶν (61), καὶ ἄλλο ἀντιφθέγγεσθαι τούτοις· καὶ ἕτερον ἐξουθενεῖν, καὶ ὑπερτίθεσθαι τούτους. Καὶ τῷ μὲν προτέρῳ τρόπῳ μαρτυρεῖ ὁ εἰπών· Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, καὶ τὰ ὅμοια. Τῷ δὲ δευτέρῳ ὁ φήσας· Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδιζουσίν μοι λόγον ἀντιῤῥητικόν. Καὶ πάλιν· Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν. Τοῦ δὲ τρίτου μάρτυς ὁ μελῳδήσας· Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, καὶ ἐθέμην αὐτῷ φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. Καὶ πάλιν· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα· ἀπὸ δὲ τῆς σῆς θεωρίας ἐγὼ οὐκ ἐξέκλινα. Τούτων ὁ μὲν μέσος τῷ προτέρῳ πολλάκις κέχρηται, διὰ τὸ ἀπαρασκεύαστον· ὁ δὲ πρότερος οὔπω τῷ δευτέρῳ τρόπῳ ἰσχύει τοὺς ἐχθροὺς ἀπώσασθαι· ὁ δὲ τρίτος εἰς ἅπαν δαιμόνων κατέπτυσεν. Ἀμήχανον φυσικῶς τὸ ἀσώματον ὑπὸ τοῦ σώματος ὁρίζεσθαι· πάντα δὲ δύνατα τῷ κτισαμένῳ Θεῷ. Ὥσπερ οἱ τῇ αἰσθήσει τῆς ὀσφρήσεως ὑγιῶς διακείμενοι τὸν ἀρώματα λεληθότως κατέχοντα ἐπιγινώσκειν δύνανται (62)· οὕτως καὶ ψυχὴ καθαρὰ τὴν εὐωδίαν, ἣν καὶ αὐτὴ ἐκ Θεοῦ προσεκτήσατο, τήν τε δυσωδίαν, ἧς ἀπαλλαγεῖσα τελείως καθέστηκεν, ἐν ἑτέροις ὑπάρχουσαν γνωρίζειν, ἀνεπαισθήτως ἑτέρων, πέφυκεν. Οὐ πάντες μὲν ἀπαθεῖς γενέσθαι δυνατόν· πάντες δὲ σωθῆναι καὶ Θεῷ διαλλαγῆναι οὐκ ἀδύνατον. Μή σου κατακυριεύσωσιν οἱ ἀλλόφυλοι ἐκεῖνοι, οἱ τὰς τοῦ Θεοῦ ἀῤῥήτους οἰκονομίας ἢ ὀπτασίας ἐν τοῖς ἀνθρώποις γινομένας πολυπραγμονεῖν βουλόμενοι, καὶ προσωπολήπτην τὸν Κύριον εἶναι λεληθότως ὑποβάλλοντες· οἰήσεως γὰρ ἀπόγονοι καὶ εἰσὶ καὶ γνωρίζονται. Ἔστι δαίμων φιλαργυρίας πολλάκις ταπείνωσιν ὑποκρινόμενος (63)· καὶ ἔστι