Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/506

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ται, καὶ καταπατήσει λέοντα καὶ δράκοντα· ἐγὼ δὲ λέγω, ἐπὶ ἁμαρτίαν καὶ ἀπόγνωσιν, καὶ τὸν διάβολον, καὶ τὸν δράκοντα τοῦ σώματος. Ταπεινοφροσύνη ἐστὶ σίφων οὐράνιος ἐξ ἀβύσσου ἁμαρτημάτων εἰς οὐρανὸν ἀνενέγκαι ψυχὴν δυνάμενος· ἑώρακέ πού τις ἐν τῇ ἑαυτοῦ καρδίᾳ ταύτης κάλλος· καὶ θάμβει ληφθεὶς ἠρώτα τοῦ τεκόντος μαθεῖν τὴν προσηγορίαν· ἡ δὲ φαιδρὸν αὐτῷ καὶ γαληνὸν ὑπομειδιάσασα, φησί· Καὶ πῶς τοῦ ἐμὲ γεγεννηκότος τὸ ὄνομα μαθεῖν ἐπείγῃ, καὶ οὗτός ἐστι ἀνώνυμος; Οὐ μή σοι τοῦτο λέξω, ἕως οὗ Θεὸν κτήσῃ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγῆς μὲν μήτηρ ἄβυσσος καθέστηκε· διακρίσεως δὲ πηγὴ ταπείνωσις.