Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/505

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σεως· τοῖς γὰρ τοῦ σώματος ἐπιτηδεύμασιν ἐξομοιοῦται ἡ ψυχὴ, καὶ πρὸς ἃ πράττει, τυποῦται, καὶ πρὸς αὐτὰ σχηματίζεται. Ἀρχὴ ἀγγέλων τινὶ γέγονεν ὑψηλοφροσύνης ὑπόθεσις, οὐ διὰ τοῦτο κομισαμένῳ αὐτήν. Ἄλλως ὁ ἐπὶ θρόνου, καὶ ἄλλως ὁ ἐπὶ κοπρίας καθήμενος διάκειται. Καὶ ἴσως διὰ τοῦτο ὁ μέγας ἐκεῖνος δίκαιος ἐν τῇ κοπρίᾳ ἔξω τῆς πόλεως ἐκαθέζετο. Τότε γὰρ τὴν τελείαν ταπεινοφροσύνην κτησάμενος, εἶπεν ἐν αἰσθήσει ψυχῆς· Ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Εὑρίσκω Μανασσῆν ἐκεῖνον ἐν ἀνθρώποις ὡς οὐδέν᾿ ἕτερον [al. οὐδένα τούτων]ἁμαρτήσαντα, καὶ τὸν ναὸν τοῦ Θεοῦ ἐν εἰδώλοις, καὶ πᾶσαν τὴν θρησκείαν μολύναντα· ὑπὲρ οὗ εἰ πᾶς ὁ κόσμος νενήστευκεν, οὐδὲν ἂν ἄξιον ἀντεισενεγκεῖν ἠδύνατο, ἀλλ᾿ ἴσχυσεν ἡ ταπείνωσις ἀνίατα ἰάσασθαι ἐν αὐτῷ· Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, τῷ Θεῷ, φησὶν ὁ Δαυῒδ, ὁλοκαυτώματα, σώματα διὰ νηστείας, οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, καὶ τὸ ἑξῆς νενόηται πᾶσιν. Ἡμάρτηκα τῷ Κυρίῳ, ποτὲ ἡ μακαρία ταπείνωσις πρὸς Θεὸν ὑπὲρ μοιχείας καὶ φόνου ἐβόησε, καὶ θᾶττον ἤκουσε· Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου.

Ὁδὸν μὲν ταύτης καὶ ὑπόθεσιν τοὺς σωματικοὺς κόπους οἱ ἀείμνηστοι ὡρίσαντο Πατέρες· ἐγὼ δὲ λέγω ὑπακοὴν καὶ εὐθύτητα καρδίας, αἳ καὶ φυσικῶς τῇ οἰήσει ἀντίκεινται· εἰ ἐξ ἀγγέλων δαίμονάς τινας αὕτη πεποίηκε, πάντως ἐκείνη καὶ ἐκ δαιμόνων ἀγγέλους ποιῆσαι δύναται· διὸ οἱ πεσόντες θαρσείτωσαν. Σπεύσωμεν πάσῃ δυνάμει, ἐπὶ τὴν ταύτης κορυφὴν ἀναβῆναι. Εἰ δὲ μὴ, κἂν ἐποχηθῆναι τοῖς ὤμοις. Εἰ δέ τι ὀκλάζομεν, τῶν ἀγκαλῶν γοῦν αὐτῆς μὴ ἀποπέσωμεν· ὁ γὰρ ἐκεῖθεν ἀποπίπτων, θαυμάζω εἰ ἐπιτεύξεταί τινος αἰωνίου δωρεᾶς· νεῦρα ταύτης καὶ ὁδοὶ, οὐ μέντοι καὶ σύμβολα, ἀκτημοσύνη, ξενιτεία, ἀφανὴς σοφίας ἀποκρυφὴ, προφορὰ ἀποίκιλος, ἐλεημοσύνης ζήτησις, κρύψις εὐγενείας, παῤῥησίας ἐξορισμὸς, πολυλογίας μακρυσμός· οὐδὲν γὰρ οὕτως ὡς πτωχὴ κατάστασις καὶ προσαιτῶν δίαιτα, ψυχὴν ταπεινῶσαι δεδύνηται πώποτε· τότε γὰρ, τότε φιλόσοφοι καὶ φιλόθεοι δεικνύμεθα, ὅτε δυνάμενοι ὑψοῦσθαι τὸ ὕψος ἀποφεύγομεν ἀνεπιστρόφως· εἰ ὁπλίζῃ ποτὲ κατά τινος πάθους τοῦ οἵου δήποτε, ταύτην σύμμαχον ἐπίσπασαι· Ἐπὶ ἀσπίδα γὰρ καὶ βασιλίσκον ἐπιβήσε-