Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/504

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐν τῷ οὐρανῷ τῆς ταπεινώσεως. Ἡ μὲν ἀκαρπία φύσει εἰς ὕψος τοὺς τῶν λεγομένων κίτρων κλάδους ἀνυψοῦν πέφυκε· κατακαμφθέντες δὲ θᾶττον καρποφόροι γίνονται. Ὁ νουνεχῶς γνοὺς ἐπίσταται.

Κέκτηται ὁ τῆς ὁσίας ταύτης παρὰ Θεῷ βαθμὸς ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατὸν τὴν ἀνάβασιν, καὶ ἐν τῷ ἐσχάτῳ οἱ ἀπαθεῖς, ἐν δὲ τῷ μέσῳ οἱ ἀνδρεῖοι. Ἐν δὲ τῷ πρώτῳ πάντες ἀνελθεῖν δύνανται· ὁ γνοὺς ἑαυτὸν οὐδέποτε ἐμπαιχθεὶς ἐν τοῖς ὑπὲρ ἑαυτὸν ἐπιχειρήσειεν· ἀλλὰ βέβηκε λοιπὸν τὸν πόδα ἐπὶ τὴν μακαρίαν ταύτην τρίβον. Δεδείκασιν [al. δεδοίκασιν]ὄρνεις ἱέρακος εἶδος, ἐργάται δὲ ταύτης ἀντιλογίας ἦχον. Ἄνευ μὲν προῤῥήσεων, καὶ ἐλλάμψεων, καὶ σημείων, καὶ τεράτων πολλοὶ τῆς σωτηρίας τετυχήκασιν· ἄνευ δὲ ταύτης οὐδεὶς ἐν τῷ νυμφῶνι εἰσελεύσεται. Τῶν μὲν γὰρ προτέρων ἡ δευτέρα φύλαξ· ταύτης δὲ πολλάκις τὰ πρότερα, ἐν τοῖς κουφοτέροις ἀναιρετικὰ γεγόνασιν. ᾨκονόμησεν ὁ Κύριος πρὸς τὸ ἡμᾶς καὶ μὴ θέλοντας ταπεινοῦσθαι καὶ τοῦτο· οὐδεὶς γὰρ τοὺς ἑαυτοῦ μώλωπας, ὡς ὁ πλησίον ὁρᾷν δύναται· διόπερ ἀνάγκη ἡμᾶς, μὴ ἑαυτοῖς. ἀλλ᾿ ἐκείνῳ τὴν τῆς ὑγιείας χάριν, καὶ Θεῷ διδόναι· ὁ ταπεινόνους πάντοτε τὸ ἑαυτοῦ θέλημα ὡς πλάνον βδελύττεται· καὶ ἐν τοῖς αἰτήμασιν αὐτοῦ τοῖς πρὸς Κύριον, πίστει ἀδιστάκτῳ τὰ προσήκοντα μανθάνειν, καὶ ὑπακούειν πέφυκεν· οὐ τῇ πολιτείᾳ προσέχων τῶν διδασκάλων· ἀλλὰ Θεῷ ἀναθεὶς τὴν μέριμναν, τῷ καὶ δι᾿ ὄνου ἐπὶ τοῦ Βαλαὰμ τὰ χρειώδη διδάξαντι. Κἂν ἅπαντα ὁ τοιοῦτος ἐργάτης κατὰ Θεὸν καὶ ποιῇ, καὶ νοῇ, καὶ φθέγγηται, οὐδ᾿ οὕτως ἑαυτῷ ἀποδίδωσι· σκόλοψ καὶ βάρος τῷ ταπεινῷ τὸ οἰκειόπιστον· ὥσπερ τῷ ὑπερηφάνῳ τὸ ἑτερόλεκτον. Ἐμοὶ δοκεῖ ἀγγέλου, τὸ μὴ κλέπτεσθαι ἐφ᾿ ἁμαρτήμασιν εἶναι, ἀκούοντι τοῦ ἐπιγείου ἀγγέλου λέγοντος· Οὐδὲν ἐμαυτῷ σύνοιδα· ἀλλ᾿ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν· ὅθεν ὀφείλομεν διηνεκῶς ἑαυτοὺς κατακρίνειν καὶ μέμφεσθαι, ἵνα διὰ τῆς ἑκουσίου εὐτελείας, τὰς ἀκουσίους ἁμαρτίας ἀπολογηθησώμεθα [al. ἀποῤῥίψωμεν]· εἰ δὲ μὴ, πάντως ἐν τῇ ἐξόδῳ χαλεπῶς ὑπὲρ αὐτῶν λογοθετησόμεθα. Ὁ παρὰ τὴν ἑαυτοῦ ἀξίαν τὰ ἐκ Θεοῦ αἰτήματα αἰτούμενος, πάντως τῶν ὑπὲρ ἑαυτὸν τεύξεται· καὶ τοῦτο τελώνης μαρτυρεῖ, ἄφεσιν μὲν αἰτησάμενος, δικαιοσύνην δὲ κομισάμενος· μνήμην μόνην ὁ λῃστὴς ἐκεῖνος ἐν τῇ βασιλείᾳ ᾐτήσατο, καὶ ὅλον τὸν παράδεισον πρῶτος ἐκληρονόμησεν· Οὐκ ἔστιν ἐν τῇ κτίσει μικρὸν καὶ μέγα πῦρ θεάσασθαι τὴν φύσιν· καὶ οὐκ ἔστι ἐν τῇ ἀνοθεύτῳ ταπεινοφροσύνῃ ὕλης εἶδος ἐναπομεῖναι τὸ σύνολον. Ἕως οὗ ἑκουσίως πταίωμεν, τοῦτο ἐν ἡμῖν οὐ πρόσεστι, καὶ τοῦτο τὸ σημεῖον τῆς παρουσίας αὐτοῦ. Γινώσκων ὁ Δεσπότης τῇ ἔξωθεν διαγωγῇ συσχηματίζεσθαι τὴν τῆς ψυχῆς ἀρετὴν, λαβὼν λεντίον ὑπέδειξεν ἡμῖν μέθοδον ὁδοῦ ταπεινώ-