Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/502

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ἄλλα τὰ τῷ κτήτορι τούτῳ τῷ μεγάλῳ τοῦ οἰκείου πλούτου ἐν τῇ ψυχῇ γνωριζόμενα ἰδιώματα, παρὰ πάντα τὰ προδεδηλωμένα. Ἐκεῖνα γὰρ ἅπαντα, ἄτερ ἑνὸς, τοῖς ὁρῶσίν εἰσι τοῦ πλούτου σημαντικά· γνώσῃ καὶ οὐκ ἀπατηθήσῃ ἐν σεαυτῷ προσοῦσάν σοι τὴν ὁσίαν ταύτην οὐσίαν, ἐν πλήθει φωτὸς ἀῤῥήτου, καὶ προσευχῆς ἔρωτι ἀμυθήτῳ προκαταλήψεως τούτων, ἀλοιδόρητος καρδία ἐν πταίσμασιν ἀλλοτρίοις. Πρόδρομον [al. πρόδρομος] τῆς λεχθείσης κενοδοξίας πάσης μῖσος. Ὁ ἑαυτὸν ἐπιγνοὺς ἐν πάσῃ αἰσθήσει ψυχῆς, ἐπὶ τὴν γῆν ἔσπειρεν· οὐκ ἔστι γὰρ μὴ οὕτως σπείραντας ταπεινοφροσύνην ἀνθῆσαι· ὁ ἑαυτὸν ἐπιγνοὺς κατείληφε φόβου Κυρίου ἔννοιαν, διὰ δὲ ταύτης βαδίσας εἰς πύλην ἀγάπης ἔφθασε. Ταπείνωσίς ἐστι βασιλείας πύλη, τοὺς πλησιάζοντας εἰσάγουσα. Διὰ ταύτης οἶμαι τὸν Κύριον εἰρηκέναι τὸν εἰσιόντα, ὅτι καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται ἀφόβως ἐκ τοῦ βίου, καὶ νομὴν εὑρήσει, καὶ χλόην ἐν τῷ παραδείσῳ· πάντες ὅσοι ἦλθον δι᾿ ἑτέρας ἐν τῷ σχήματι, κλέπται εἰσὶ τῆς ἑαυτῶν ζωῆς καὶ λῃσταί. Συζητοῦντες ἑαυτοὺς οἱ καταλαβεῖν βουλόμενοι, μὴ διαλίπωμεν, κἂν ἐν αἰσθήσει ψυχῆς τὸν πλησίον πάντα προὔχειν ἡμῶν οἰώμεθα ἐγγὺς τὸ ἔλεος. Ἀδύνατον ἐκ χιόνος προϊέναι φλόγα· ἀμηχανώτερον δὲ ἐν ἑτεροδόξῳ ταπεινοφροσύνην ὑπάρχειν. Πιστῶν καὶ εὐσεβῶν τὸ κατόρθωμα, καὶ τοῦτο τοῖς λοιπὸν κεκαθαρμένοις [τῶν κεκαθαρμένων]. Οἱ πλείους μὲν ἑαυτοὺς ἁμαρτωλοὺς καὶ λέγομεν ἴσως καὶ ἔχομεν· ἀτιμία δὲ καρδίαν ἐδοκίμασεν· οὐ παύσεται ὁ ἐπειγόμενος ἐπὶ τὸν λιμένα τοῦτον τὸν ἀκύμαντον, τρόπους, καὶ λόγους, καὶ ἐννοίας, καὶ ἐπινοίας, καὶ ζητήσεις, καὶ ἐκζητήσεις, καὶ ἀγωγὰς, καὶ μηχανὰς, καὶ εὐχὰς, καὶ προσευχὰς ποιῶν, καὶ νοῶν, καὶ ἐπινοῶν, ἄχρις οὗ διὰ Θεοῦ συνεργίας καὶ ταπεινοτέρων καὶ ἀτιμοτέρων ἀγωγῶν, τῆς ἀειχειμάστου οἰήσεως θαλάσσης ἐλευθερώσῃ τὸ τῆς οἰκείας ψυχῆς σκάφος· ὁ γὰρ ταύτης ἀπαλλαγεὶς, ἐπὶ πᾶσι τοῖς λοιποῖς ἁμαρτήμασιν εὐαπολόγητος τελώνης γίνεται. Τινὲς γὰρ τὰ προγεγονότα κακὰ, καὶ μετὰ τὴν ἄφεσιν τούτων εἰς ὑπόθεσιν ταπεινοφροσύνης, ἕως τέλους ἐσχήκασι, δι᾿ ἐκείνων τὸ μάταιον οἴημα κολαφίζοντες. Ἕτεροι δὲ τὸ τοῦ Χριστοῦ ἐννοοῦντες πάθος, ἑαυτοὺς ἀεὶ χρεώστας λογίζονται. Ἄλλοι διὰ τῶν καθημερινῶν ἐλλείψεων ἑαυτοὺς εὐτελίζουσιν. Ἄλλοι ἐκ συμβατικῶν πειρασμῶν, καὶ νόσων, καὶ πτωμάτων, τὴν τῶν χαρισμάτων μητέρα ᾠκειώσαντο. Εἰσὶ δέ τινες· εἴπερ καὶ νῦν εἰσιν, οὐκ ἔχω λέγειν· οἱ δι᾿ αὐτῶν τῶν τοῦ Θεοῦ δωρεῶν κατὰ πρόσβασιν τούτων ἑαυτοὺς ταπεινοῦντες, ἀναξίους ἑαυτοὺς τοῦ τοιούτου πλούτου λογιζόμενοι, καὶ ὡς καθημέραν τῷ ἑαυτοῦ χρέει προστιθέντες οὕτως διακείμενοι.