Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/498

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.



ΛΟΓΟΣ ΚΕʹ.
Περὶ τῆς τῶν παθῶν ἀπωλείας τῆς ὑψίστου ταπεινοφροσύνης, ἀοράτῳ αἰσθήσει ἐγγινομένης· ὃς ἀνάβασιν ἴσχυσεν, θαρσείτω, τὸν διδάσκαλον γὰρ Χριστὸν μιμησάμενος σέσωσται.

Ὁ ἀγάπης Κυρίου κυρίως, καὶ ταπεινοφροσύνης πρέποντως, καὶ μακαρίας ἁγνείας ἀληθῶς, καὶ ἐλλάμψεως Θεοῦ ἐναργῶς, καὶ φόβου αὐτοῦ ἀψευδῶς, καὶ πληροφορίας καρδίας εἰλικρινῶς αἴσθησιν καὶ ἐνέργειαν διὰ λόγου ὁρατοῦ διηγεῖσθαι βουλόμενος, καὶ τοὺς ταύτης ἀγεύστους ἐν ἐξηγήσεσι περὶ τῶν τοιούτων φωτίζειν δοκῶν, ὅμοιόν τι ποιεῖ ἀνδρὶ, τῷ τοὺς μὴ γευσαμένους μέλιτος πώποτε τὴν τούτου γλυκύτητα διὰ λόγων, καὶ ὑποδειγμάτων διδάσκειν θέλοντι. Ἀλλ᾿ ὁ μὲν δεύτερος εἰς μάτην φιλολογεῖ, ἵνα μὴ εἴπω βαττολογεῖ· ὁ δὲ πρότερος, ἢ ἄπειρος τῆς ἑαυτοῦ διηγήσεως κατέστηκεν, ἢ ὑπὸ κενοδοξίας ὀξέως ἐμπαίζεται. Προέθηκεν ὁ λόγος θησαυρὸν εἰς βάσανον ἐν ὀστρακίνοις σκεύεσι, μᾶλλον δὲ σώμασι, κατησφαλισμένον ὑπάρχοντα, παντὶ λόγῳ τῇ ποιότητι ἀγνώριστον διαμένοντα, μόνην δὲ τὴν ἄνωθεν ἐπιγραφὴν ἀκατάληπτον περικείμενον πολλὴν καὶ ἀπέραντον τοῖς λόγῳ ζητοῦσι τὴν ἔρευναν, καὶ τὸν μόχθον [κόπον] παρέχουσαν. Εἶχε δὲ ἡ λέξις οὕτως· Ἡ ἁγία ταπείνωσις. Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοι ἡμῖν εἰς τὸ νοερὸν τοῦτο καὶ πάνσοφον συνεισιέτωσαν συνέδριον, πλάκας γνώσεως θεογράφους σὺν αὐτοῖς μετὰ χεῖρας νοερὰς ἐπιφερόμενοι· καὶ συνεληλύθαμεν καὶ συνεζητήκαμεν, καὶ βεβασανίκαμεν τῆς τιμίας ἐπιγραφῆς τὴν δύναμιν. Καὶ ὁ μὲν ἔλεγε λήθην τῶν κατορθουμένων προσεχῆ· ἕτερος δὲ τὸ πάντων ἐσχατώτερον καὶ ἁμαρτωλότερον ἑαυτὸν λογίζεσθαι· ἄλλος ἐπίγνωσιν νοὸς τῆς οἰκείας ἀσθενείας καὶ ἀδυναμίας· ἕτερος, τὸ προκαταλαμβάνειν τὸν πλησίον ἐν παροργισμοῖς καὶ λύειν πρῶτον τὴν μῆνιν· ἕτερος πάλιν χάριτος Θεοῦ καὶ συμπαθείας ἐπίγνωσιν· ἄλλος συντετριμμένης ψυχῆς αἴσθησιν, καὶ θελήματος οἰκείου ἄρνησιν. Ἐγὼ δὲ πάντων ἀκηκοὼς, καὶ ἐν ἑαυτῷ ταῦτα ἐπεσκεμμένως τε καὶ νηφάντως βεβασανικὼς, τὴν μακαρίαν ἐκείνης αἴσθησιν δι᾿ ἀκοῆς μανθάνειν οὐ δεδύνημαι. Διόπερ καὶ ἔσχατος πάντων ὡς κύων ἐκ ψιχίων τραπέζης τῶν γνωστικῶν καὶ μακαρίων ἐκπιπτόντων αὐτῶν τοῦ στόματος συλλελεχὼς περὶ ταύτης ὁριζόμενος εἶπον·