Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/482

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ φυσιοῦσιν· ὑψωθείσης δὲ τῆς ψυχῆς, τότε αὐτὴν ἡ ὑπερηφανία λαβοῦσα ἀναφέρει ἕως τῶν οὐρανῶν, καὶ καταφέρει ἕως τῶν ἀβύσσων. Ἔστι δόξα ἐκ Κυρίου προ[σ]γινομένη· Τοὺς γὰρ δοξάζοντάς με δοξάσω, φησίν· καὶ ἔστιν ἐκ διαβολικῆς παρασκευῆς ἐπακολουθοῦσα. Οὐαὶ γὰρ, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Ἐπιγνώσῃ σαφῶς τὴν προτέραν, ὁπόταν αὐτὴν ὡς βλάβην λογιζόμενος πάσῃ μηχανῇ ταύτην ἀποστρέφῃ. Καὶ ὅπου δ᾿ ἂν πορεύῃ τὴν σεαυτοῦ πολιτείαν ἀποκρύπτῃς τὴν δὲ δευτέραν, ὁπόταν κἂν τὸ τυχὸν πρὸς τὸν θεαθῆναι τοῖς ἀνθρώποις ἐργάζῃ σχηματίζεσθαι ἡμᾶς τὴν οὐ προσοῦσαν ἡμῖν ἀρετὴν ἡ μιαρὰ ὑποτίθεται. Οὕτως γὰρ, φησὶν, λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, ὑποβάλλουσα.

Πολλάκις ὁ Κύριος τοὺς κενοδόξους δι᾿ ἀτιμίας ἐπισυμβαινούσης εἰς ἀκενοδοξίαν κατέστησεν. Ἀρχὴ ἀκενοδοξίας φυλακὴ στόματος, καὶ ἀτιμίας ἀγάπη· μεσότης δὲ ἀνακοπὴ πάντων τῶν νοουμένων τῆς κενοδοξίας ἐπιτηδευμάτων· τέλος δὲ (εἴπερ ἄρα καὶ ἔστι τῇ ἀβύσσῳ τέλος) τὸ τὰ πρὸς ἀτιμίαν συντελοῦντα ἐπὶ πλήθους ἐπιτηδεύειν ἀνεπαισθήτως. Μὴ κρύπτε σὴν αἰσχύνην διὰ τὸ δοκεῖν μὴ διδόναι πρόσκομμα· λοιπὸν δὲ καὶ πρὸς τὸ εἶδος τοῦ σφάλματος, οὐ τῇ αὐτῇ ἐμπλάστρῳ ἴσως χρήσασθαι χρή. Ὁπόταν ἡμεῖς τὴν δόξαν προσκαλούμεθα, καὶ ὅταν ἀκλήτως ὑφ᾿ ἑτέρων προπεμπομένη πρὸς ἡμᾶς παραγίνηται. Ὅταν πρὸς κενοδοξίαν ἐπιτηδεύματά τινα ποιεῖν ἐπιχειρήσωμεν, τοῦ ἑαυτῶν πένθους [μνημονεύσωμεν], καὶ τῆς ἐν τῇ ἰδιαζούσῃ ἡμῶν προσευχῇ ἐμφόβου παραστάσεως ἐννοηθῶμεν συντόμως, καὶ πάντως ἐντρέψομεν τὴν ἀναιδῆ, εἴπερ ἄρα καὶ προσευχῆς ἀληθινῆς ἐπιμελούμεθα· εἰ δὲ οὒ, τῆς ἑαυτῶν ἐξόδου συντόμως ἔννοιαν λάβωμεν. Εἰ δὲ μὴ, κἂν τὴν ἐπακολουθοῦσαν αἰσχύνην τῇ κενοδοξίᾳ φοβηθῶμεν· Ὁ γὰρ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται πάντως, καὶ ἐνταῦθα [καὶ] πρὸ τοῦ μέλλοντος αἰῶνος· ὅταν οἱ ἐπαινέται, μᾶλλον δὲ πλανῆται, ἐπαινεῖν ἡμᾶς ἄρξωνται, τοῦ πλήθους τῶν ἀνομιῶν ἡμῶν κατὰ νοῦν συντόμως μνημονεύσωμεν, καὶ εὑρήσομεν ἑαυτοὺς ἀναξίους τῶν λεγομένων ἢ πραττομένων. Εἰσὶ πάντως καὶ κενόδοξοι ἔν τισιν αἰτήμασιν αὐτῶν εἰσακουσθῆναι παρὰ τοῦ Θεοῦ ὀφείλοντες, ὧν ὁ Κύριος προκαταλαμβάνειν τὰς εὐχὰς καὶ τὰς δεήσεις πέφυκεν· ἵνα μὴ δι᾿ εὐχῆς εἰληφότες τῇ ἑαυτῶν οἰήσει προσθήσουσιν· οὐ πάνυ οἱ ἁπλούστεροι τῷ ἰῷ τούτῳ περιπίπτειν πεφύκασι. Κενοδοξία γάρ ἐστιν ἁπλότητος ἀποβολὴ, καὶ ἐπίπλαστος διαγωγή· σκώληξ πολλάκις αὐξηθεὶς πτεροφυήσας ἀνηνέχθη εἰς ὕψος, καὶ κενοδοξία τελεσθεῖσα ὑπερηφανίαν ἔτεκε, τὴν πάντων τῶν κακῶν ἀρχηγὸν καὶ τελειωτήν.