Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/470

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.



ΛΟΓΟΣ ΙΗʹ.
Περὶ ἀναισθησίας ἤγουν νεκρώσεως ψυχῆς, καὶ θανάτου νοὸς πρὸ θανάτου σώματος

Ἀναισθησία καὶ ἐπὶ σωμάτων καὶ ἐπὶ πνευμάτων ἐστὶν νενεκρωμένη αἴσθησις, ἐκ χρονίας νόσου, καὶ ἀμελείας εἰς ἀναισθησίαν καταλήξασα. Ἀναλγησία ἐστὶ πεποιωμένη ἀμέλεια, ναρκῶσα ἔννοια· προλήψεως γέννημα, προθυμίας παγὶς, ἀνδρείας βρόχος· κατανύξεως ἄγνοια· ἀπογνώσεως θύρα, λήθης μήτηρ, καὶ μετὰ τόκον μητρὸς οἰκείας μήτηρ, διάκρισις φόβου· ἀνάλγητός ἐστιν ἄφρων φιλόσοφος αὐτοκατάκριτος ἐξηγητής· αὐτεναντίος φιλολόγος, τυφλὸς διδάσκαλος τοῦ βλέπειν· περὶ τῆς τοῦ τραύματος ὑγιείας διαλέγεται, καὶ τοῦτο ἐπικνήθων οὐ παύεται, κατὰ τοῦ πάθους φθέγγεται· καὶ τὰ βλάπτοντα ἐσθίων οὐ παύεται· κατ᾿ αὐτοῦ προσεύχεται, καὶ εὐθέως ἐπὶ τὴν αὐτοῦ ἐργασίαν πορεύεται· ἐπὶ τῇ τούτου ἐργασίᾳ κατ᾿ αὐτοῦ ὀργίζεται· καὶ τοὺς ἑαυτοῦ λόγους οὐκ αἰσχύνεται ὁ τάλας. Κακῶς πράττω, βοᾷ, καὶ προθύμως ἐπίκειται· τὸ στόμα κατ᾿ αὐτοῦ προσεύχεται, καὶ τὸ σῶμα ὑπὲρ αὐτοῦ ἀγωνίζεται. Περὶ θανάτου φιλοσοφεῖ, καὶ ὡς ἀθάνατος διάκειται. Περὶ χωρισμοῦ στενάζει, καὶ ὡς αἰώνιος νυστάζει. Περὶ ἐγκρατείας διαλέγεται, καὶ περὶ γαστριμαργίας ἀγωνίζεται. Περὶ κρίσεως ἀναγινώσκει, καὶ μειδιᾷν ἄρχεται περὶ κενοδοξίας, καὶ ἐν αὐτῇ τῇ ἀναγνώσει κενοδοξεῖ· περὶ ἀγρυπνίας ἐκστηθίζει, καὶ τῷ ὕπνῳ εὐθέως ἑαυτὸν καταβαπτίζει· τὴν προσευχὴν ἐγκωμιάζει, καὶ ὡς ἀπὸ μάστιγος ταύτης φεύγει· τὴν ὑπακοὴν μακαρίζει, καὶ πρῶτος αὐτὸς παρακούει. Τοὺς ἀπροσπαθεῖς ἐπαινεῖ, καὶ διὰ ῥάκος μνησικακῶν, καὶ πολεμῶν οὐκ αἰσχύνεται. Ὀργιζόμενος πικραίνεται, καὶ ἐπὶ τῇ πικρίᾳ πάλιν ὀργίζεται, καὶ τῇ ἥττῃ ἧτταν προστιθεὶς οὐκ αἰσθάνεται· κορεσθεὶς μεταμελεῖται, καὶ μικρὸν προβὰς, πάλιν τῷ κόρῳ προσέθηκε. Τὴν σιωπὴν μακαρίζει, καὶ διὰ πολυλογίας αὐτὴν ἐγκωμιάζει. Περὶ πραότητος διδάσκει, καὶ ἐν αὐτῇ τῇ διδασκαλίᾳ πολλάκις ὀργίζεται, καὶ ἐπὶ τῇ πικρίᾳ πάλιν ὀργίζεται· ἀνανήψας ἐστέναξε, καὶ τὴν κεφαλὴν κινήσας πάλιν τοῦ πάθους ἔχεται. Τὸν γέλωτα ψέγει, καὶ μειδιῶν περὶ πένθους διδάσκει. Ἑαυτὸν ὡς κενόδοξον ἐπί τινων καταμέμφεται, καὶ διὰ τοῦ ψόγου δόξαν ἑαυτῷ πραγματεύεται. Ἐμπαθῶς εἰς πρόσωπον βλέπει, καὶ