Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/468

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.



ΛΟΓΟΣ Ζʹ.
Περὶ ἀκτημοσύνης [τῆς οὐρανοδρόμου].

Ἀκτημοσύνη ἐστὶ φροντίδων ἀπόθεσις, ἀμεριμνία βίου, ὁδοιπόρος ἀνεμπόδιστος, πίστις ἐντολῶν, λύπης ἀλλότριος· ἀκτήμων μοναχὸς δεσπότης κόσμου, τῷ Θεῷ τὴν φροντίδα πιστεύων, καὶ διὰ πίστεως πάντας δούλους κεκτημένος· οὐκ ἐρεῖ ἀνθρώπῳ περὶ χρείας αὐτοῦ· τὰ δὲ ἐρχόμενα ὡς ἐκ χειρὸς Κυρίου δέξεται. Ἀκτήμων ἐργάτης, ἀπροσπαθείας υἱὸς, τὰ προσόντα αὐτῷ ὡς μὴ ὄντα λογιζόμενος, ἀναχωρήσεως καταλαβούσης ἡγήσατο πάντα σκύβαλα Εἰ δὲ λυπεῖται ἔν τινι, οὔπω ἀκτήμων γέγονεν. Ἀκτήμων ἀνὴρ ἐν προσευχῇ καθαρὸς, ὁ δὲ φιλοκτήμων εἰκόνας ὕλης προσεύχεται· οἱ ἐν ὑποταγῇ διατρίβοντες, φιλαργυρίας ἀλλότριοι· ὅπου γὰρ καὶ τὸ σῶμα ἐξέδωκαν, τί λοιπὸν κέκτηται ἴδιον; Ἓν οἱ τοιοῦτοι ἀδικεῖσθαι πεφύκασιν, εἰς μετάβασιν εὐχερεῖς καὶ ἕτοιμοι ὑπάρχοντες. Εἶδον ὕλην ὑπομονὴν μοναχοῖς ἐν τόπῳ γεννήσασαν. Ἐκείνων δὲ ἐγὼ τοὺς διὰ Κύριον πελαζομένοις πλέον ἐμακάρισα. Ὁ γευσάμενος τῶν ἄνω, εὐχερῶς καταφρονεῖ τῶν κάτω· ὁ δὲ ἐκείνων ἄγευστος, ἐπὶ κτήμασιν ἀγάλλεται. Ἄλογος ἀκτήμων δύο ἀδικεῖται· τῶν παρόντων ἀπεχόμενος, καὶ τῶν μελλόντων στερούμενος. Μὴ οὖν φανῶμεν, ὦ μοναχοὶ, τῶν πετεινῶν ἀπιστότεροι. Οὐ γὰρ μεριμνῶσιν, οὐδὲ συνάγουσιν· μέγας γὰρ ὁ ἀποκτώμενος εὐσεβῶς χρήματα· ἅγιος δὲ ὁ ἀποκτώμενος τὸ ἑαυτοῦ θέλημα. Ὁ μὲν ἑκατονταπλασίονα ἢ