Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/467

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ταύτης μῖσος πρὸς πένητας. Ἕως οὗ συνάξῃ, ἐλεήμων γίνεται· τῶν χρημάτων δὲ παρόντων, τὰς χεῖρας ἀπέσφιγξεν. Εἶδον πένητας τοῖς χρήμασιν ἐν τῇ τῶν πτωχῶν τῷ πνεύματι πολιτείᾳ πλουτήσαντας· καί γε τῆς προτέρας αὐτῶν πενίας ἐπελάθοντο· Φιλοχρήμων μοναχὸς ἀκηδίας ἀλλότριος, τοῦ ἀποστολικοῦ λόγου καθ᾿ ὥραν μνημονεύων· Ὁ ἀργὸς μηδὲ ἐσθιέτω. Καί· Αἱ χεῖρές μου διηκόνησαν ἐμοὶ, καὶ τοῖς σὺν ἐμοί.

Ἑκκαιδεκάτη πάλη· ἣν ὁ νικήσας ἢ ἀγάπην κέκτηται, ἢ μέριμναν περιέκοψεν.