Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/456

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

φομαι καὶ περιπτύσσομαι. Τί τὸ περὶ ἐμὲ μυστήριον; Τίς ὁ λόγος τῆς ἐμῆς συγκράσεως; Πῶς ἑαυτῷ ἐχθρὸς καὶ φίλος καθέστηκα; Λέγε μοι σύ, λέγε μοι, ὦ ἡ ἐμὴ σύζυγος, ὦ ἡ ἐμὴ φύσις· οὐ γὰρ παρ᾿ ἄλλου μαθεῖν περὶ σοῦ δεήσομαι· πῶς ἐκ σοῦ μείνω ἄτρωτος; πῶς δυνηθῶ τὸν φυσικὸν ἐκφυγεῖν κίνδυνον, ἐπειδὴ λοιπὸν ἐχθραίνειν πρός σε Χριστῷ συντέταγμαι; Πῶς σου τὴν τυραννίδα νικήσω, ἐπειδὴ βιαστής σου γενέσθαι προῄρηται; Ἡ δὲ πρὸς τὴν ἑαυτῆς ψυχὴν ἀποκρινομένη ἔλεγεν· Οὐ μή σοι μέντοι φράσω, ὃ καὶ σὺ οὐκ ἐπίστασαι, ἀλλ᾿ ὃ ἅμα τῇ γνώσει κατέχομεν. Ἐγὼ ἐν ἐμοὶ ἀγάπησιν πατέρα ἔχω, τῆς μὲν ἔξωθεν πυρώσεως τὴν ἐμὴν θεραπείαν καὶ καθολικῶς ἄνεσιν, τῆς δὲ ἔσωθεν κινήσεως ἐκ προλαβούσης ἀνέσεως, καὶ γεγονότων πράξεων. Ἐγὼ συλλαβοῦσα τίκτω πτώματα· ἐκεῖνα δὲ τεχθέντα πάλιν θάνατον δι᾿ ἀπογνώσεως τίκτουσιν· ἂν γνῷς τὴν ἐμὴν καὶ σὴν ἐναργῆ καὶ βαθεῖαν ἀσθένειαν, ἔδησάς μου τὰς χεῖρας· ἂν τὸν λαιμὸν βασανίσῃς, ἔδησάς μοι τοὺς πόδας τοῦ μὴ πόῤῥω βαδίζειν· ἂν ζευχθῇς ὑπακοῇ, ἐμοῦ ἀπεζεύχθης· ἂν κτήσῃ ταπείνωσιν, ἐμοῦ τὴν κεφαλὴν ἀπέκοψας.

Πεντεκαιδέκατον ἔπαθλον, ὁ ἐν σαρκὶ ὢν, καὶ τοῦτο εἰληφὼς ἀπέθανε, καὶ ἀνέστη· καὶ τῆς μελλούσης ἀφθαρσίας τὸ προοίμιον ἤδη ἀπ᾿ ἐντεῦθεν ἐγνώρισεν.