Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/451

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐργασίαν κέκτηται, ἀνέστη ἄφθαρτος πρὸ τῆς κοινῆς ἀναστάσεως. Τῷ αὐτῷ κανόνι, καὶ ἐπὶ τῶν μελῳδικῶν καὶ ᾀσμάτων χρησόμεθα. Οἱ μὲν γὰρ φιλόθεοι, εἰς ἱλαρότητα καὶ θείαν ἀγάπην, καὶ δάκρυα, καὶ ἐκ τῶν ἔξωθεν, καὶ ἐκ τῶν πνευματικῶν ᾠδῶν κινεῖσθαι πεφύκασιν· οἱ δὲ φιλήδονοι, τὸ ἐναντίον. Τινὲς, καθὼς καὶ φθάσαντες εἴπομεν, ἐν τοῖς ἡσυχαστικοῖς τόποις, πολλῷ πλέον πολεμεῖσθαι πεφύκασι· καὶ οὐ θαῦμα, φιλοχωροῦσι γὰρ ἐκεῖ πολλῷ πλέον οἱ δαίμονες ὑπὸ τοῦ Κυρίου ἐν ταῖς ἐρήμοις, καὶ ἐν τῇ ἀβύσσῳ ἐξορισθέντες πρὸς σωτηρίαν ἡμῶν. Πολεμοῦσιν ἡσυχαστῇ χαλεπῶς οἱ τῆς πορνείας δαίμονες· ἵνα ὡς μηδὲν ὠφελούμενον ἐκ τῆς ἐρήμου πρὸς τὸν κόσμον διώξωσιν· ἀναχωροῦσιν ἐξ ἡμῶν ἐν τῷ κόσμῳ διαγόντων, ἵνα ὡς μὴ πολεμούμενοι τοῖς κοσμικοῖς συναπομείνωμεν. Ὅπου πολεμούμεθα, ἐκεῖ πάντως τῷ ἐχθρῷ χαλεπῶς πολεμοῦμεν. Μὴ πολεμούμενος γὰρ ἐξ ἡμῶν, φίλος ἐχθρῶν καὶ αὐτὸς εὑρίσκεται. Σκεπόμεθα τῇ χειρὶ τοῦ Κυρίου ἐν τῷ κόσμῳ κατά τινα χρείαν διάγοντες, ἴσως ἐξ εὐχῆς τοῦ πατρὸς πολλάκις, ἵνα μὴ καὶ ὁ Κύριος βλασφημηθῇ δι᾿ ἡμᾶς· ἐστι δὲ ὅτε καὶ ἐξ ἀναλγησίας, καὶ τοῦ ἐν πολλῇ πείρᾳ, καὶ κόρῳ, τῶν θεωμένων, καὶ λαλουμένων προϋπάρχειν· ἢ καὶ τῶν δαιμόνων ὑποχωρούντων ἑκουσίως, καὶ καταλιμπανόντων ἡμῖν τὸν τῆς οἰήσεως δαίμονα τὸν τόπον πάντων ἀναπληροῦντα. Ἀκούσατε τοῦ ἀπατεῶνος τούτου μηχανὴν καὶ πανουργίαν, πάντες οἱ ἁγνείαν ἐξασκεῖν προαιρούμενοι, καὶ φυλάξασθε.

Διηγήσατό μοί τις τῶν ἐν πείρᾳ τοῦ δόλου γεγονότων, ὡς πλειστάκις ὁ τῶν σωμάτων δαίμων ὑποστέλλει ἑαυτὸν εἰς τέλος, εὐλάβειαν ἀκροτάτην τῷ μοναχῷ ὑποτιθέμενος, καὶ δακρύων ἴσως πηγὴν κατὰ τὸν καιρὸν ἡνίκα γυναιξὶ συγκάθηται, ἢ διαλέγεται περὶ μνήμης τε θανάτου, καὶ κρίσεως, καὶ σωφροσύνης, αὐτὸν ταύτας νουθετεῖν ὑποβάλλων, ἵνα διὰ τοῦ λόγου, καὶ τῆς ἐπιπλάστου εὐλαβείας προσδράμωσιν ὡς ποιμένι τῷ λύκῳ αἱ ἄθλιαι, καὶ συνηθείας, καὶ παῤῥησίας λοιπὸν γενομένης, τότε τὸ πτῶμα ὁ πανάθλιος ὑποστήσεται. Φεύγοντες φεύγωμεν τοῦ μὴ βλέπειν, μηδὲ ἀκούειν καρποῦ οὗ μὴ γεύσασθαι λοιπὸν συνεταξάμεθα. Θαυμάζω γὰρ [ὅτι] τοῦ Δαυῒδ τοῦ προφήτου ἰσχυροτέρους ἑαυτοὺς λογιζόμεθα, ὅπερ ἀμήχανον. Οὕτως ὑψηλὸν καὶ μέγα τὸ τῆς ἁγνείας ἐγκώμιον, ὡς τολμῆσαί τινας τῶν Πατέρων ἀπάθειαν αὐτὴν προσαγορεῦσαι. Τινές φασιν ἀμήχανον λοιπὸν μετὰ γεῦσιν ἁμαρτίας, ἁγνὸν ὀνομάζεσθαι. Ἐγὼ δὲ αὐτοὺς ἀνατρέπων ἔφασκον· δυνατὸν καὶ ῥᾴδιον τῷ βουλομένῳ ἀγριέλαιον εἰς καλλιέλαιον μετεγκεντρίσαι. Εἰ μὲν παρθένῳ τῷ σώματι αἱ κλεῖς τῶν ἄνω ἐπιστεύθησαν, δίκαια ἴσως οἱ προλεχθέντες ἐδογμάτιζον· αἰσχυνέτω αὐ-