Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/450

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κάριος μάλα σαφῶς. Ἔστι, φησὶν ὁ ἀοίδιμος καθ᾿ ὕπνους ἔκκρισις ἐκ πλήθους βρωμάτων καὶ ἀνέσεως· ἑτέρα ἐξ ὑπερηφανίας, ὅταν ἐν τῇ χρονίᾳ ἡμῶν τυφώμεθα ἀῤῥευστίᾳ· καὶ ἔστιν ἐκ τοῦ τὸν πλησίον κατακρίνειν· καὶ αἱ μὲν δύο, φησὶ, δύνανται καὶ τοῖς ἀσθενοῦσι ἐπισυμβαίνειν· νομίζω δὲ καὶ αἱ τρεῖς. Εἰ δέ τις ἑαυτὸν πασῶν τῶν προειρημένων αἰτιῶν καθαρεύοντα ψηλαφήσειε, μακάριος τῆς τοιαύτης ἀπαθείας ἐργάτης, ἐκ φθόνου δαιμόνων, καὶ μόνον τὸ συμβὰν πεπονθὼς τοῦτο τοῦ Θεοῦ ἐν αὐτῷ συγχωρήσαντος γενέσθαι ἐκ χρόνου, ἵνα δι᾿ ἀναμαρτήτου συμφορᾶς ὑψηλοτάτην κτήσηται τὴν ταπείνωσιν. Μηδεὶς τὰ καθ᾿ ὕπνους φαντάσματα πρὸς ἑαυτὸν μεθ᾿ ἡμέραν λογίζεσθαι θελήσειεν· σκοπὸς γὰρ καὶ οὗτος τοῖς δαίμοσιν, ἵνα ἐξ ἐνυπνίων χρηγοροῦντας ἡμᾶς μολύνωσιν. Ἀκούσωμεν καὶ ἄλλην τῶν ἐχθρῶν ἡμῶν πανουργίαν. Ὥσπερ τὰ τὸ σῶμα βλάπτοντα βρώματα μετὰ χρόνον, ἢ ἡμέραν τὴν νόσον ἡμῖν ποιεῖν πεφύκασιν, οὕτω πολλάκις καὶ ἐπὶ τῶν τὴν ψυχὴν μολυνόντων αἰτίων ἑώρακα τρυφῶντας, καὶ παραυτίκα μὴ πολεμουμένους· καὶ ἑώρακα γυναιξὶ συνεσθίοντας, καὶ συνδιατρίβοντας· καὶ μηδεμίαν πονηρὰν ἔννοιαν παρ᾿ αὐτὰ λογιζομένους· καὶ μέντοι θαῤῥήσαντες οἱ ἀπατώμενοι, ὅταν ἔδοξαν εἰρήνην καὶ ἀσφάλειαν ἔχειν, ἐν τῇ ἑαυτῶν κέλλῃ αἰφνίδιον ἔπαθον ὄλεθρον. Τίς δὲ ὁ ὄλεθρος, ὁ κατὰ μόνας μόνοις ἡμῖν σωματικῶς καὶ ψυχικῶς γινόμενος, ὁ μὲν πειρασθεὶς ἐπίσταται· ὁ δὲ μὴ πειρασθεὶς, γνῶναι οὐ δεῖται. Τῷ καιρῷ ἐκείνῳ καλὸν ἡμῖν βοήθημα σάκκος, σποδὸς, στάσις παννύχιος· ἐπιθυμία ἄρτου· γλῶσσα φλεγομένη, καὶ μετρίως δροσιζομένη, σορῶν οἴκησις, καὶ πρὸ πάντων ταπείνωσις καρδίας, καὶ εἰ δυνατὸν, πατὴρ, ἢ ἀδελφὸς σπουδαῖος, γηραιὸς τῷ φρονήματι εἰς βοήθειαν. Θαυμάζω γὰρ εἰ μόνος τις ἐκ πελάγους ναῦν διασῶσαι δύναται. Τὸ αὐτὸ πτῶμα πολλάκις ἑκατονταπλάσιον τοῦ ἑτέρου πραχθέντος κρῖμα κέκτηται, ἐκ τρόπου, ἐκ τόπου, ἐκ προκοπῆς, καὶ ἐξ ἄλλων πολλῶν. Παράδοξόν μοί τις καὶ ἀκρότατον ἁγνείας ὅρον ὑφηγήσατο.

Κάλλος γὰρ, φησὶν, τις θεασάμενος, τὸν Ποιητὴν μεγάλως ἐξ ἐκείνου ἐδόξασε· καὶ ἀπὸ μόνης τῆς θέας εἰς ἀγάπην Θεοῦ καὶ δακρύων πηγὴν κατεφέρετο· καὶ ἦν θάμβος ἰδέσθαι τὸν ἑτέρου βόθρον, ἄλλῳ στέφανον γενόμενον ὑπὲρ φύσιν. Εἰ πάντοτε ὁ τοιοῦτος ἐν τοῖς τοιούτοις αἴσθησιν καὶ