Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/447

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πειρασθέντες, μακάριοι. Εὐξώμεθα εἰς ἅπαν τῆς αὐτοῦ τοιαύτης λυτρωθῆναι πείρας· οἱ γὰρ ἐν τῷ προειρημένῳ κατολισθήσαντες βόθρῳ τῷν ἐκείνῃ τῇ κλίμακι ἀνερχομένων, καὶ κατερχομένων μακρὰν ἀποπίπτουσι, καὶ πρὸς τὴν ἐκεῖθεν ἀνάβασιν ἱδρώτων πολλῶν μετὰ λιμοῦ δέονται ἀκροτάτου. Σκοπήσωμεν μήπως ἐπὶ τῶν νοερῶν ἐχθρῶν ἡμῶν, ὥσπερ ἐν αἰσθητῷ πολέμῳ, ἐν τῇ παρατάξει αὐτῶν τῇ πρὸς ἡμᾶς οἰκείαν τινὰ ἕκαστος αὐτῶν τὴν ἐγχείρησιν μετέρχεσθαι τέτακται· ὅπερ θαῦμα ἐπεσημηνάμην ἐν τοῖς πειραζομένοις· καὶ ἑώρακα πτώματα πτωμάτων χαλεπώτερα· καὶ ἔχων νοῦν ἀκούειν ἀκουέτω.

Εἴθισται τῷ δαίμονι καὶ μάλιστα ἐν τοῖς ἀγωνιζομένοις, καὶ τὸν μονήρη βίον μετερχομένοις πολλάκις πᾶσαν αὐτοῦ τὴν ὁρμὴν, καὶ τὴν σπουδὴν καὶ μηχανὴν, καὶ πανουργίαν, καὶ ἐπίνοιαν, ἐν τοῖς παρὰ φύσιν μόνον [μᾶλλον], καὶ οὐκ ἐν τοῖς κατὰ φύσιν αὐτοὺς παρασκευάζειν πολεμεῖσθαι· ὅθεν καὶ πολλάκις τῷ θήλει συνδιάγοντες, πρὸς αὐτὸ εἰς ἐπιθυμίαν, ἢ ἔννοιαν ὅλως μὴ πολεμούμενοι, ἑαυτοὺς μεμακαρίκασιν, ἀγνοήσαντες οἱ τάλανες ὅτι ὅπου μείζων ὁ ὄλεθρος, ἐκεῖ τοῦ ἐλάττονος χρεία οὐ καθέστηκεν. Οἶμαι δυοῖν τούτων αἰτιῶν οἱ φόνιοι ἡμᾶς τοὺς ἀθλίους οἱ πανάθλιοι ἐν τοῖς παρὰ φύσιν ἐπορθεῖν πεφύκασιν, ὡς τῆς ὕλης τοῦ πτώματος πανταχοῦ ἡμῶν εὐπορούντων· καὶ ὡς μείζονα τὴν τιμωρίαν κεκτημένων. Οἶδε τὸ εἰρημένον ὁ τῆς ὀνάγροις πρώην μὲν ἐπιτρέπων· ἔσχατον δὲ ὑπὸ τῶν ἀγρίων ὀνάγρων ἐλεεινῶς ἐπιτραπεὶς καὶ ἐμπαιχθεὶς, καὶ οὐρανίῳ τρεφόμενος ἄρτῳ, ὕστερον δὲ τοῦ καλοῦ στερηθεὶς, καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ μετὰ μετάνοιαν Στύλος μὲν μέγας ἔπεσεν, ὀδυνώμενος πικρῶς ὁ καθηγητὴς ἡμῶν ἔφησεν Ἀντώνιος· τὸν δὲ τρόπον τῆς πτώσεως ὁ σοφὸς ἀπέκρυψεν· ἐγίνωσκε γὰρ εἶναι πορνείαν σωματικῶς, καὶ ἐκτὸς ἑτέρου σώματος· ἔστι τις θάνατος ἐν ἡμῖν καὶ ἀπώλεια πτώματος ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἀεὶ συμπεριφερόμενος, ἐν νεότητι μάλιστα· ὃν ἔγωγε γραφῇ παραδοῦναι οὐ τετόλμηκα· ἐπέσχε γάρ μου τὴν χεῖρα ὁ εἰρηκώς· Τὰ γὰρ κρυφῇ γινόμενα ὑπό τινων, αἰσχρόν ἐστι καὶ λέγειν, καὶ γράφειν, καὶ ἀκούειν. Τὴν μὲν ἐμὴν ταύτην καὶ οὐκ ἐμὴν ἐχθρὰν φίλην σάρκα, Παῦλος μὲν θάνατον προσηγόρευσε· Τίς με γὰρ, φησὶ, ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ἕτερος δὲ θεολόγος ἐμπαθῆ καὶ δούλην καὶ νυκτερινήν· τίνος δὲ, τίνος χάριν τοιαύταις πρὸς αὐτὴν προσηγορίαις ἐχρήσαντο, μαθεῖν ἐδίψων. Εἰ θάνατος, ὡς προλέλεκται, σὰρξ, ὁ ταύτην νικήσας πάντως οὐκ ἀποθνήσκει· καὶ τίς ἐστιν ἄρα ὁ ἄνθρωπος ἐκεῖνος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον μολυσμοῦ σαρκὸς αὐτοῦ; Ζητητέον