Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/446

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Τινὲς μεμακαρίκασι τοὺς φύσει εὐνούχους ἀποτεχθέντας, ὡς τῆς τοῦ σώματος τυραννίδος λελυτρωμένους. Ἐγὼ δὲ μεμακάρικα τοὺς καθημερινοὺς εὐνούχους· οἵτινες λογισμῷ ὥσπερ μαχαίρᾳ ἑαυτοὺς ἀκρωτηριάζειν πεφύκασιν· ἑώρακα ἀκουσίως πεσόντας, καὶ ἑώρακα ἑκουσίως πίπτειν βουλομένους μὲν, μὴ δυναμένους δὲ, καὶ τῶν καθ᾿ ἡμέραν πιπτόντων αὐτοὺς μᾶλλον ἐταλάνισα, ὡς καὶ μὴ δυναμένους τῆς δυσωδίας ἐφίεσθαι. Ἐλεεινὸς ὁ πίπτων· ἐλεεινότερος δὲ ὁ καὶ ἑτέρῳ τοῦτο προξενῶν· διότι τῶν δύο πτωμάτων καὶ τῆς ἑτέρου ἡδονῆς αὐτὸς τὸ βάρος ἐπισύρεται. Μὴ θέλε δικαιολογίαις καὶ ἀντιῤῥήσεσιν ἀνατρέπειν τὸν τῆς πορνείας δαίμονα· διότι ἐκεῖνος τὰ εὔλογα κέκτηται ὡς φυσικῶς ἡμῖν μαχόμενος. Ὁ τὴν ἑαυτοῦ σάρκα βουληθεὶς πολεμῆσαι, ἢ νικῆσαι ἐξ ἑαυτοῦ, εἰς μάτην τρέχει. Ἐὰν γὰρ μὴ Κύριος καταλύσῃ οἶκον σαρκὸς, καὶ οἰκοδομήσῃ οἶκον ψυχῆς, εἰς μάτην ἠγρύπνησε, καὶ ἐνήστευσεν ὁ καταλύων. Ἀνάθου Κυρίῳ τὴν τῆς φύσεως ἀσθένειαν, ἐπιγνοὺς εἰς ἅπαν τὴν οἰκείαν ἀδυναμίαν, καὶ λήψῃ χάρισμα σωφροσύνης ἀνεπαισθήτως· ἔστιν ἐν τοῖς ἡδυπαθέσιν, ὥς μοί τις αὐτῶν ἐν πείρᾳ γεγονὼς μετὰ τὴν ἔκνηψιν διηγήσατο, αἴσθησίς τινος σωμάτων ἔρωτος, καὶ πνεῦμα ἀναιδὲς καὶ ἀπάνθρωπον αὐτῇ τῆς καρδίας αἰσθήσει ἐναργῶς ἐγκαθήμενον, καὶ σωματικοῦ καρδίας πόνου δίκην ἐκ πυρὸς καμίνου, τῷ πολεμουμένῳ αἰσθέσθαι [al. αἰσθάνεσθαι] παρασκευάζον, Θεὸν μὲν μὴ φοβούμενον, μνήμην κολάσεως ὡς οὐδὲν [al. οὐδενός] καταφρονῶν, εὐχὴν βδελυσσόμενον, καὶ ἐπ᾿ αὐτῇ τῇ πράξει σχεδὸν ἐπιτελουμένῃ νεκρῶν λειψάνων ὡς ἀψύχων λίθων τὴν θεωρίαν λογιζόμενον ἔκνουν τινὰ, καὶ ἐξεστηκότα τὸν πάσχοντα ἀπεργαζόμενον· λογικῆς καὶ ἀλόγου οὐσίας ἐν ἐφέσει διηνεκεῖ μεμεθυσμένον, οὗ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι, οὐκ ἂν ἐσώσθη πᾶσα ψυχὴ, τὴν πηλὸν ταύτην τὴν αἵματι καὶ χυμῷ ῥυπαρῷ συγκεκραμένην, ἠμφιεσμένη. Πῶς γάρ; Διότι πᾶν τὸ γεγονὸς, τῆς συγγενείας τῆς ἑαυτοῦ ἐμφίεται [al. ὀρέγεται]ἀπλήστως. Τὸ αἷμα αἵματος, καὶ ὁ σκώληξ σκώληκος, καὶ ἡ πηλὸς πηλοῦ· οὐκ οὖν καὶ ἡ σὰρξ σαρκός; Κἂν μεθοδείαις αὐτὴν τὴν ἀπατεῶνα ἀπατᾷν δοκιμάζωμεν, οἱ τῆς φύσεως καὶ τῆς βασιλείας βιασταὶ καὶ ἐπιθυμηταί· τοῦ μὲν προειρημένου πολέμου, οἱ μὴ