Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/436

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.



ΛΟΓΟΣ ΙΔʹ.
Περὶ τῆς παμφίλου καὶ δεσποίνης πονηρᾶς γαστρός.

Μέλλοντες περὶ γαστρὸς λέγειν ὡς ἐν ἅπασι, νῦν πλέον καθ᾿ ἑαυτῶν φιλοσοφεῖν προεθέμεθα. Θαυμάζω γὰρ εἰ μήτις τάφον οἰκήσας, ἐγένετο ταύτης ἐλεύθερος. Γαστριμαργία ἐστὶν κοιλίας ὑπόκρισις· κεκορεσμένη γὰρ οὖσα ἔνδειαν ἀναβοᾷ, καὶ πεφορημένη καὶ ῥηγνυμένη πεινᾷν ἀνακράζει. Γαστριμαργία ἐστὶν καρυκείας δημιουργὸς, ἡδυτήτων πηγή· κατήργησας τὴν φλέβα, καὶ ἄλλοθεν ἀνέκυψε· καὶ ταύτην ἀποσφάξας, ἑτέρᾳ ἡττήθης. Γαστριμαργία ἐστὶν ὀφθαλμῶν ἀπάτη· μέτρια δεχομένη τάδε σύμπαντα καταπίνειν ὑφὲν ὑποτιθεμένη· κόρος βρωμάτων, πορνείας πατήρ· θλίψις δὲ κοιλίας, ἁγνείας πρόξενος. Λέοντα ὁ κολακεύσας, πολλάκις ἡμέρωσε· σῶμα δὲ ὁ θεραπεύσας ἐπὶ πλείω ἠγρίωσε. Χαίρει Ἰουδαῖος Σαββάτῳ καὶ ἑορτῇ· μοναχὸς γαστρίμαργος Σαββάτῳ καὶ Κυριακῇ· πρὸ χρόνου τὸ Πάσχα ψηφίζει, καὶ πρὸ ἡμερῶν τὰ ἐδέσματα εὐτρεπίζει. Ψηφίζει κοιλιόδουλος ἐν ποίοις βρώμασιν ἑορτάσει· ὁ δὲ θεόδουλος ἐν ποίοις χαρίσμασιν πλουτήσει. Ξένου ἐπιδημήσαντος εἰς ἀγάπην ὅλος ἐκ γαστριμαργίας κινεῖται· καὶ παράκλησιν ἀδελφοῦ τὴν ἑαυτοῦ κατάλυσιν λογίζεται· ἐπὶ παρουσίᾳ τινῶν τοῦ οἴνου καταλύειν [al. οἴνου λύσιν]ἐσκέψατο· καὶ ἀρετὴν δοκῶν κρύπτειν, πάθους δοῦλος ἐγένετο. Ἐχθραίνει πολλάκις κενοδοξία τῇ γαστριμαργίᾳ, καὶ ὡς ἐπὶ ὀνησίμῳ δούλῳ τῷ ἀθλίῳ μοναχῷ διαμάχονται· ἡ μὲν καταλύειν βιάζεται, ἡ δὲ τὴν ἑαυτοῦ ἀρετὴν θριαμβεύειν ὑποτίθεται· σοφὸς μοναχὸς ἀμφοτέρων