Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/432

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δεὶς τῶν εὐφρονούντων μικράν τινα τὴν τοῦ ψεύδους ἁμαρτίαν εἶναι ὑπονοήσει· φοβερᾷ γὰρ ὑπὲρ πάντα ἀποφάσει κατὰ τούτου τὸ πανάγιον Πνεῦμα ἐχρήσατο. Εἰ ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, ὥς φησιν ὁ Δαυῒδ πρὸς τὸν Θεὸν, τί λοιπὸν πείσονται οἱ μεθ᾿ ὅρκων τὸ ψεῦδος συῤῥάπτοντες; Εἶδόν τινας ἐπὶ ψεύδει σεμνυνομένους, καὶ δι᾿ εὐτραπελίας, καὶ ἀργολογίας γελοῖα ἐξυφαίνοντας· καὶ τὰ τῶν προσακροωμένων πένθη ἐλεεινῶς (1) ἐξαφανίζοντας ὁπόταν οἱ δαίμονες ἴδωσιν ἡμᾶς ὡς ἐκ λοιμικῆς νόσου τῆς τῶν ἀστείων ἀκροάσεως μετὰ τὴν προκάταρξιν τοῦ χαλεποῦ ὑφηγητοῦ ἀναχωρεῖν δοκιμάζοντας, τότε λοιπὸν δυσὶν ἡμᾶς δελεάζειν ἐπιχειροῦσι λογισμοῖς· Μὴ λυπήσῃς τὸν ἐξηγητὴν, ὑποβάλλοντες ἡμῖν· ἢ, Μὴ φανερώσῃς σεαυτὸν (2) φιλοθεώτερον τῶν παρόντων· ἀποπήδα, μὴ χρονίσῃς. Εἰ δὲ μὴ, ἐν τῇ προσευχῇ σου ἔννοιαν γελοίων ἀνατυπώσεις. Μὴ μόνον φεῦγε, ἀλλὰ καὶ τὸν πονηρὸν συνακτήριον εὐσεβῶς διάλυε, θανάτου καὶ κρίσεως εἰς μέσον ὑπόμνησιν προβαλλόμενος· ἄμεινόν σε γὰρ ἐκ τούτου ἴσως καὶ μικρᾷ κενῇ δόξῃ ῥαντισθῆναι, καὶ μόνον πᾶσι πρόξενον ὠφελείας εὑρεθῆναι. (3) Ὑπόκρισις μήτηρ ψεύδους πολλάκις, καὶ ὑπόθεσις· οὐδὲν γάρ τινες ὑπόκρισιν ὁρίζονται, ἀλλ᾿ ἢ ψεύδους μελέτην καὶ δημιουργὸν κεκολασμένον καὶ συμπεπλεγμένον· ὁ (4) φόβον Κυρίου κτησάμενος, ἐξενίτευσε ψεύδους,δικαστὴν ἀδέκαστον ἔχων τὴν ἰδίαν συνείδησιν. Ὥσπερ ἐν πᾶσι τοῖς πάθεσι διαφορὰν βλάβης γνωρίζομεν, οὕτως καὶ ἐπὶ τοῦ ψεύδους. Ἄλλο (5) μὲν γὰρ τὸ κρῖμα τοῦ διὰ φόβον κολάσεως ψευδομένου· καὶ ἕτερον τὸ, κινδύνου μὴ προκειμένου ψεύδεσθαι. Ἄλλος διὰ τρυφὴν ἐψεύσατο, ἕτερος διὰ φιληδονίαν· ἄλλος ἵνα τοῖς παροῦσι προξενήσῃ γέλωτα, ἕτερος δὲ ἵνα τῷ ἀδελφῷ ἐπιβουλεύσῃ, καὶ τοῦτον κακοποιήσῃ. Ἐκ βασάνων ἀρχόντων ἐξαλείφεται ψεῦδος· ἐκ δὲ δακρύων πλήθους εἰς τέλος ἀπόλλυται προφασίζεται οἰκονομίας ὁ ψεύδους προβολεὺς, καὶ δικαιοσύνας πολλάκις λογίζεται τὰς ψυχῆς ἀπωλείας. Τῆς Ῥαὰβ μιμητὴν ἑαυτὸν τεκμαίρεσθαι ψευδοπλάστης ἀνὴρ, καὶ δι᾿ ἀπωλείας οἰκείας τὴν ἑτέραν σωτηρίαν λέγει πραγματεύεσθαι. Ὁπόταν ψεύδους εἰς ἅπαν καθαρεύσωμεν, τότε αὐτὸ μετὰ φόβου καὶ καιροῦ καλοῦντος ὑπέλθωμεν. Οὐκ οἶδεν νήπιον ψεῦδος· οὐδὲ ψυχὴ πονηρίας ἐστερημένη. Ὁ οἴνῳ εὐφρανθεὶς ἀκουσίως ἀληθεύσῃ εἰς πάντα· καὶ ὁ μεθυσθεὶς κατανύξει οὐ δυνήσεται ψεύσασθαι.

Ἀνάβασις δωδεκάτης ὁ ἐπιβεβηκὼς ῥίζαν τῶν καλῶν κέκτηται.