Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/419

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
829830
SCALA PARADISI. — GRADUS VIII.

κίνησις μύλου ὀξεῖα ἐν μιᾷ ῥοπῇ ὑπὲρ τὴν τοῦ ἑτέρου ἡμέραν, σῖτον ψυχῆς, καὶ καρπὸν συντρίβουσα καὶ ἐξαφανίζουσα· διὸ προσεκτέον νουνεχῶς. Ἔστι φλογὸς ἔξαψις συντόμως ὑπὸ σφοδροῦ πνεύματος ἀναπτομένη, καὶ ὑπὲρ φλόγα χρονίζουσαν τὸν ἀγρὸν τῆς καρδίας ἀνεμπιπρῶσα, καὶ ἀπολλύουσα. Οὐδὲ τοῦτο ἡμᾶς λανθάνειν ὀφείλει, ὦ φίλοι, ὅτι περ ἐν καιρῷ οἱ πονηροὶ δαίμονες ἑαυτοὺς συντόμως ὑποστέλλουσιν, ἵν᾿ ὡς μικρῶν τῶν μεγάλων παθῶν ἀμελήσαντες, ἀνίατα λοιπὸν νοσήσωμεν. Ὥσπερ λίθος ὀξύγωνος, καὶ ἀπόκροτος ἑτέροις λίθοις συγκρουόμενος καὶ συνδαιρόμενος, ἅπασαν αὐτοῦ τὴν ὀξύγωνον καὶ ἀπόκροτον καὶ στεῤῥὰν διάπλασιν διαθρύπτεται, καὶ στρογγυλοειδῆ ἀπεργάζεται· οὕτως καὶ ψυχὴ ὀξεῖα καὶ ἀπότομος συμμιγνυμένη καὶ συνδιάγουσα σκληροῖς τισι, δυεῖν θάτερον ὑπομένει· ἢ ἐκ τῆς ὑπομονῆς τὸ ἴδιον τραῦμα θεραπεύσει, ἢ ὑποχωρήσασα τὴν ἰδίαν πάντως ἀσθένειαν γνωρίσει; τῆς φυγῆς τῆς δειλάνδρου ταύτην αὐτῇ, ὥσπερ ἔσοπτρον φανερωσάσης. Θυμώδης ἐστὶν ἐπιληπτικὸς ἑκούσιος, ἐξ ἀκουσίου προλήψεως, καταῤῥηγνύμενος καὶ ῥασσόμενος. Οὐδὲν οὕτω τοῖς μετανοοῦσιν ἀνοίκειον ὡς θυμὸς ταρασσόμενος, εἴπερ ἡ ἐπιστροφὴ πολλῆς δεῖται τῆς ταπεινώσεως. Ὁ δὲ πάσης οἰήσεως ὑπάρχει τεκμήριον. Εἰ τοῦτο (4) ὅρος ἀκροτάτης πραότητος, τὸ καὶ παρόντος τοῦ ἐρεθίζοντος γαληνῶς τῇ καρδίᾳ καὶ ἀγαπητικῶς πρὸς αὐτὸν διακεῖσθαι, πάντως τοῦτο ὅρος ἀκροτάτου θυμοῦ, τὸ καὶ καθ᾿ ἑαυτὸν διάγοντα μόνον, λόγοις καὶ σχήμασι πρὸς τὸν λυπήσαντα διαμάχεσθαι, καὶ θηριοῦσθαι. Εἰ τὸ πνεῦμα τὸ ἅγιον εἰρήνη ψυχῆς καὶ ὁρίζεται, καὶ ὑπάρχει· ἡ δὲ ὀργὴ, ταραχὴ καρδίας καὶ ὑπάρχει καὶ λέγεται. Οὐκ οὖν οὐδὲν οὕτω τὴν αὐτοῦ παρουσίαν ἐν ἡμῖν, ὡς θυμὸς ὑποτειχίζειν πέφυκε.

Πάμπολλα καὶ χαλεπὰ αὐτοῦ τὰ γεννήματα γνωρίζοντες· ἕνα καὶ μόνον ἀκούσιον ἀπόγονον, εἰ καὶ νόθον, ὅμως ὠφέλημον ἐπεγνώκαμεν. Εἶδον (5) μανικῶς ἐξαφθέντας, καὶ τὴν χρονίαν καὶ ἐναπόθετον μνησικακίαν ἐμέσαντας, καὶ διὰ πάθους, πάθους ἀπαλλαγέντας· περὶ τῆς χρονίου λύπης ἢ μετάνοιαν, ἢ πληροφορίαν ἐκ τοῦ λελυπηκότος κομισαμένους. Καὶ εἶδον τὸ (6) δοκεῖν μακροθυμήσαντας ἀλόγως, καὶ ἐκ τῆς σιωπῆς μνησικακίαν ἔνδον ἀποθεμένους, καὶ τῶν μαινομένων μᾶλλον αὐτοὺς ἐταλάνισα, ὡς διὰ μέλανος τὸ τῆς περιστερᾶς λευκὸν ἀφανίσαντας. Πολλῆς ἡμῖν πρὸς τὸν ὄφιν δεῖ τοῦτον τῆς ἐπιμελείας· τὴν γὰρ φύσιν καὶ αὐτὸς, ὡς καὶ ὁ τῶν σωμάτων συνεργοῦσαν αὐτῷ, κέκτηται. Εἶδον ὀργισθέντας, καὶ ἐκ πικρίας τὴν τροφὴν ἀπωσαμένους, καὶ μέντοι ἰὸν ἰῷ διὰ τῆςἀλόγου ἐγκρατείας προσελάβοντο. Καὶ εἶδον ἑτέρους ἀφορμῆς δῆθεν εὐλόγου τοῦ θυμοῦ δραξαμένους, καὶ γαστριμαργίᾳ ἑαυτοὺς μεθοδεύσαντας, καὶ ἐκ βοθύ-