Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/418

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
827828
S. JOANNIS CLIMACI



ΛΟΓΟΣ Ηʹ.
Περὶ ἀοργησίας καὶ πραότητος.

Ὥσπερ ὕδατος ἐν φλογὶ κατὰ μικρὸν προστιθεμένου, τελείως ἡ φλὸξ ἀποσβέννυται, οὕτω καὶ τοῦ ἀληθινοῦ πένθους τὸ δάκρυον πᾶσαν τὴν φλόγα τοῦ θυμοῦ καὶ ὀξυχολίας ἀποκτείνειν πέφυκε· διὸ αὐτὸ καὶ ἀκολούθως τετάχαμεν. Ἀοργησία τοίνυν ἐστὶν ἔφεσις ἀτιμίας ἀκόρεστος, ὡς ἐν τοῖς κενοδόξοις εὐφημίας ἀπέραντος. Ἀοργησία ἐστὶ φύσεως ἧττα, ἐν ἀναισθησίαις ὕβρεων ἐξ ἀγώνων καὶ ἱδρώτων προσγινομένη. Πραότης ἐστὶν ἀκίνητος ψυχῆς κατάστασις, ἐν ἀτιμίαις καὶ εὐφημίαις ὡσαύτως ἔχουσα. Ἀρχὴ μὲν ἀοργησίαις, σιωπὴ χειλέων ἐν ταραχῇ καρδίας· μεσότης δὲ σιωπὴ λογισμῶν ἐν ψιλῇ ταραχῇ ψυχῆς· τέλος δὲ πεπηγμένη γαλήνη ἐν πνοῇ ἀνέμων ἀκαθάρτων Ὀργή ἐστιν (1) ὑπόμνησις κεκρυμμένου μίσους, ἤγουν μνησικακίας. Ὀργή ἐστιν ἐπιθυμία (2) κακώσεως τοῦ παροξύνοντος. Ὀξυχολία ἐστὶν ἔξαψις καρδίας ἀχρόνως γινομένη. Πικρία ἐστὶν ἀνήδονος κίνησις ἐν ψυχῇ συγκαθημένη. Θυμός ἐστιν (3) εὐμετάβολος κίνησις ἠθῶν, καὶ ψυχῆς ἀσχημοσύνη. Ὡς φωτὸς φανέντος ὑποχωρεῖ τὸ σκότος· οὕτως καὶ ἐξ ὀσμῆς ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται. Τινὲς εὐμετάβλητοι ἐκ θυμοῦ ὑπάρχοντες, ἀμελῶς περὶ τὴν τούτου θεραπείαν καὶ ἐπιμέλειαν διάκεινται, μὴ ἐννοοῦντες οἱ τάλανες τοῦ εἰπόντος Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ. Ἔστι