Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/412

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
815816
S. JOANNIS CLIMACI

νον καθ᾿ ἡμέραν εὐφραίνων. Ὁ θάτερον τρόπον οὐκ ἀνοθεύτως μετερχόμενος τοῦ πένθους ἀπήλλακται (22). Ἀπόθου τὸν κύνα τὸν ἐν τῷ πένθει τῷ βαθυτάτῳ προσερχόμενον· καὶ τὸν Θεὸν ἄσπλαγχνον καὶ ἀσυμπαθῆ ὑποβάλλοντα. Ἐπιτηρήσας γὰρ αὐτὸν, εὑρήσεις πρὸ τῆς ἁμαρτίας φιλάνθρωπον, καὶ συμπαθῆ τὸν Θεὸν καὶ συγχωρητὴν προσαγορεύοντα. Ἀδολεσχία γεννᾷ συνέχειαν, αὐτὴ δὲ καταλήγει εἰς αἴσθησιν· τὸ δὲ ἐν αἰσθήσει ποιούμενον, δυσαφαίρετον, κἂν ὁποίας ἂν ἡμῶν τὰς πολιτείας μεγάλας μετερχώμεθα, τὴν δὲ (23) καρδίαν ἐνώδυνον οὐ κεκτήμεθα, νόθοι αὗται καὶ ἕωλοι κατεστήκασι· δεῖ γὰρ ὄντως, δεῖ, ἵν᾿ οὕτως εἴπω, τοὺς μετὰ τὸ λοῦτρον πάλιν μολυνθέντας, πυρὶ καρδίας ἀνενδότῳ, καὶ ἐλαίῳ Θεοῦ τὰς ἑαυτῶν ἀποπισσῶσαι χεῖρας. Εἶδον ἐγὼ ὅρον ἔν τισι πένθους [al. πενθούντων] τὸν ἀκρότατον· αἷμα γὰρ αὐτοὺς αἰσθητῶς ἐκ τῆς κατωδύνου καὶ πεπληγμένης καρδίας ἐθεασάμην προχέοντας ἐκ τοῦ στόματος· καὶ ἐνεθυμήθην τοῦ φήσαντος· Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου. Τὰ μὲν ἐκ φόβου δάκρυα, αὐτὰ ἐφ᾿ ἑαυτοῖς τὸν τρόμον καὶ τὴν φυλακὴν κέκτηται· τὰ δὲ τῆς ἀγάπης πρὸ τῆς τελείας ἀγάπης ἴσως καὶ εὔσηλα ἔν τισιν καθεστήκασι. Οὐκ οἶδα εἰ μή γε ἂν πολὺ τὸ ἀείμνηστον πῦρ ἐν τῷ καιρῷ τῆς ἐνεργείας τὴν καρδίαν ἀνεξάψειε. Καὶ θαῦμα εἰπεῖν, πῶς τὸ ταπεινότερόν ἐστιν ἀσφαλέστερον ἐν καιρῷ αὐτοῦ. Εἰσὶν ὕλαι τὰς πηγὰς ἡμῶν ξηραίνουσαι καί εἰσιν ἕτεραι καὶ βόρβορον ἐν αὐτοῖς, καὶ θηρία ἀποτίκτουσαι· καὶ διὰ μὲν τῶν προτέρων ὁ Λὼτ ταῖς θυγατράσι παρανόμως συνεγίνετο· διὰ δὲ τῶν δευτέρων ὁ διάβολος ἐξ οὐρανοῦ πέπτωκε. Πολλὴ παρ᾿ αὐτοῖς ἐχθροῖς ἡμῶν ἡ κακία, πῶς τὰς (24) μητέρας τῶν ἀρετῶν, μητέρας κακιῶν ἀπεργάζονται, καὶ τὰς ποιητικὰς τῶν ταπεινώσεων ὕλας, ὑπερηφανίας δημιουργοὺς ἀποδεικνύουσι. Πεφύκασι πολλάκις, καὶ αὐταὶ τῶν (25) οἰκετηρίων ἡμῶν αἱ καταμοναὶ καὶ θέαι τὸν νοῦν ἡμῶν εἰς κατάνυξιν προσκαλεῖσθαι· καὶ πεισάτωσαν ἴσως [Ἰησοῦς] καὶ Ἠλίας, καὶ Ἰωάννης καθ᾿ ἑαυτοὺς προσευχόμενοι. Εἶδον ἐν πόλεσι καὶ θορύβοις πολλάκις κινηθέντα δάκρυα, ἵν᾿ ὡς μηδὲν ἐκ τῶν θορύβων ἀδικεῖσθαι οἰόμενοι, τῷ κόσμῳ πλησιάσωμεν· σκοπὸς γὰρ οὗτος τοῖς πονηροῖς δαίμοσιν· εἷς μὲν λόγος πολλάκις πένθος διέλυσε· θαῦμα δὲ, εἴπερ καὶ εἷς αὐτὸ συνήγαγεν. Οὐκ ἐγκληθησόμεθα, ὦ οὗτοι, οὐκ ἐγκληθησόμεθα ἐν ἐξόδῳ ψυχῆς, διότι οὐ τεθαυματουργήκαμεν· οὐδ᾿ ὅτι οὐ τεθεολογήκαμεν· οὐδ᾿ ὅτι θεωρητικοὶ οὐ γεγόναμεν, ἀλλὰ λόγον πάντως δώσομεν τῷ Θεῷ διότι ἀδιαλείπτως οὐ πεπενθήκαμεν.