Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/411

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
813814
SCALA PARADISI. — GRADUS VII.

(17) Ὥσπερ χήρα τὸν ἑαυτὴς ἄνδρα ἀποβαλοῦσα, καὶ μονογενῆ υἱὸν κεκτημένη μετὰ Κύριον, ἐκεῖνον μόνον παραμυθίαν κέκτηται· οὕτω καὶ ψυχῆς πεσούσης οὐκ ἔστι παραμυθία τις ἑτέρα ἐν καιρῷ ἐξόδου, ὡς οἱ κόποι τοῦ λαιμοῦ, καὶ τὸ δάκρυον. Οὐ μελῳδήσουσιν οἱ τοιοῦτοί ποτε, οὐδὲ ἀλαλάζουσιν ἐν ὕμνοις πρὸς ἑαυτούς· λυμαντικὰ γὰρ τὰ τοιαῦτα τοῦ πένθους καθεστήκασιν. Ἂν διὰ τούτων προσκαλεῖσθαι αὐτὸ ἐπιτηδεύῃς, ἔτι πόῤῥω ἀπό σου ἀφέστηκε τὸ ἔργον· πένθος γάρ ἐστιν πεποιωμένον ἄλγημα ψυχῆς ἐμπύρου· πρόδρομον ἐν πολλοῖς τῆς μακαρίας ἀπαθείας τὸ πένθος γέγονε, προευτρεπίσαν, καὶ προσαρῶσαν, καὶ ἀναλῶσαν τὴν ὕλην. Διηγήσατό μοί τις τούτου τοῦ καλοῦ ἐργάτης δόκιμος, ὅτι περ, φησὶν, ἐπιτηδεύοντί μοι πολλάκις πρὸς κενοδοξίαν, ἣ ὀργὴν, ἢ γαστρὸς κόρον ἐκφέρεσθαι, ὁ τοῦ πένθους ἔσωθεν διεμαρτύρατό μοι λογισμὸς, καί φησι· «Μὴ κενοδοξήσῃς, ἐπὶ ἀναχωρῶ σου, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων παθῶν.»Ἐγὼ δὲ πρὸς αὐτὸν ἔλεγον· Οὐ μή σου παρακούσω ποτὲ, ἄχρις οὗ τῷ Χριστῷ παραστήσῃς. Ἄβυσσος μὲν πένθους παράκλησιν ἐθεάσατο (18). καθαρότης δὲ καρδίας ἐδέξατο ἔλλαμψιν. Ἔλλαμψίς ἐστιν ἄῤῥητος ἐνέργεια, νοουμένη ἀγνώστως, καὶ ὁρωμένη ἀοράτως· παράκλησίς ἐστιν ἐνωδύνου ψυχῆς ἀνάψυξις, νηπίου δίκην ἐν ἑαυτῇ κλαυθμηριζομένης ἅμα καὶ φαιδρῶς μειδιώσης. Ἀντίληψίς ἐστι ψυχῆς ἀνανέωσις, καταπεσούσης λύπη, τὸ ἐνώδυνον δάκρυον εἰς ἀνώδυνον θαυμασίως μεταποιήσασα. Δάκρυα ἐξόδου ἀπέτεκον φόβον· φόβου δὲ τεκόντος ἀφοβίαν, ἐπιφαίει χαρὰ, χαρᾶς δὲ ἀκαταλήκτου ληξάσης τῆς ὁσίας ἀγάπης, ἀνέτειλε τὸ ἄνθος. Ἀπόθου (19) ὡς οὐκ ἄξιος ἐν χειρὶ ταπεινώσεως ἐπιδημοῦσαν χαρὰν, ἵνα μὴ εὐπαράδεκτος ὢν, δέξῃ λύκον ἀντὶ ποιμένος. Μὴ πρόστρεχε θεωρίᾳ ἐν οὐ καιρῷ θεωρίας, ἵνα σου τοῦ κάλλους τῆς ταπεινώσεως καταδιώξηται, καὶ καταλήψηται, καὶ εἰς αἰῶνα αἰώνων συναφθήσεταί σοι ἐν πανάγνῳ γάμῳ. Ἐν ἀρχαῖς μὲν αὐταῖς γνωρίζων ὁ νήπιος τὸν πατέρα, χαρᾶς ὅλος πεπληρωμένος γίνεται· τούτου δὲ πρὸς χρόνον οἰκονομικῶς ἀποδημοῦντος, εἶτα πάλιν ἐπιδημοῦντος, χαρᾶς ὁ παῖς καὶ λύπης ἀνάμεστος γίνεται· χαρᾶς μὲν, ὡς τὸν ποθούμενον ἰδών· λύπης δὲ, διὰ τὴν τοῦ τοσούτου χρόνου τοῦ καλοῦ κάλλους στέρησιν. Κρύπτει μήτηρ ἑαυτὴν (20) τοῦ νηπίου, καὶ τούτου ἐνοδύνως ἐπιζητοῦντος αὐτὴν ὁρῶσα, τέρπεται, παιδεύουσα, αὐτὸ διηνεκῶς προσκολλᾶσθαι αὐτῇ· καὶ τὸ φίλτρον αὐτοῦ τὸ πρὸς ἑαυτὴν σφοδρῶς ἀναφλέγουσα. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, φησὶν ὁ Κύριος. Οὐ μεριμνήσει ὁ τὴν ἀπόφασιν εἰληφὼς κατάδικος τὰς θεάτρων διοικήσεις· καὶ οὐ μὴ προσχῇ ὁ ἐναργῶς θρηνῶν, τρυφῇ, ἢ δόξῃ, ἢ ὀργῇ, ἢ ὀξυχολίᾳ ποτέ. Πένθος ἐστὶ πεποιωμένη ὀδύνη μετανοούσης ψυχῆς, καθ᾿ ἡμέραν ὀδύνας ὀδύναις προστιθεῖσα, ὡς ἡ τίκτουσα καὶ ὀδύνουσα (21). Δίκαιος καὶ ὅσιος ὁ Κύριος· καὶ τὸν λόγῳ ἡσυχάζοντα, λόγῳ κατανύσσων· καὶ τὸν λόγῳ ὑποτασσόμε-