Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/409

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
809810
SCALA PARADISI. — GRADUS VII.

λεύων τῷ γέλωτι· (14) Πορεύου, καὶ πορεύεται· καὶ τῷ κλαυθμῷ τῷ γλυκεῖ· Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ ἡμῶν, καὶ τυράννῳ σώματι· Ποίησον τοῦτο, καὶ ποιεῖ. Εἴ τις τὸ μακάριον καὶ κεχαριτωμένον πένθος ὥσπερ διπλοΐδα νυμφικὴν ἐνεδύσατο, οὗτος τὸν τῆς ψυχῆς πνευματικὸν ἐγνώρισε γέλωτα. Τίς ἆρα τοιοῦτός ἐστιν ὃς τὸν ἑαυτοῦ χρόνον ἅπαντα τὸν ἐν τῇ μοναδικῇ πολιτείᾳ οὕτως δεδαπάνηκεν εὐσεβῶς, ὡς μὴ ἡμέραν, μὴ ὥραν, μὴ ῥοπὴν ζημιωθεῖν ποτε, ἀλλὰ τῷ Κυρίῳ ταύτην ἐξαναλῶσαι, λογιζόμενος ὡς οὐκ ἔστι τὴν αὐτὴν ἡμέραν δὶς ἐν τῷ βίῳ θεάσασθαι. Μακάριος μὲν μοναχὸς, ὁ τοῖς τῆς ψυχῆς ὄμμασιν ταῖς νοεραῖς δυνάμεσιν ἐνατενίζειν δυνάμενος· ἄπτωτος δὲ ἀληθῶς ὁ τὰς ἑαυτοῦ παρειὰς τοῖς αἰσθητοῖς ὄμμασιν ἐκ μνήμης θανάτου καὶ πταισμάτων διηνεκῶς καταβρέχων τοῖς ζῶσι δάκρυσι· κοπιῶ δὲ πιστεύειν ὡς χωρὶς τῆς δευτέρας καταστάσεως, ἡ προτέρα ἐβάδισεν. Εἶδον ἐγὼ προσαίτας, καὶ πτωχοὺς ἀναιδεῖς, ἀστείοις τισὶ ῥήμασι, καὶ αὐτὰς τὰς βασιλέων καρδίας εἰς συμπάθειαν συντόμως κατακλίναντας. Καὶ εἶδον πτωχοὺς καὶ πένητας τῶν ἀρετῶν οὐκ ἀστείοις, ἀλλὰ μᾶλλον ταπεινοῖς τισι, καὶ σκοτεινοῖς, καὶ ἐξαπόροις ῥήμασιν ἐκ βαθείας καὶ ἀπεγνωσμένης καρδίας πρὸς τὸν ἐπουράνιον βασιλέα ἀναισχύντως καὶ ἐπιμόνως ἀνακράζοντας· καὶ τῇ αὐτῶν βίᾳ τὴν ἀβίαστον αὐτοῦ βιασαμένους εὐσπλαγχνίαν καὶ φύσιν· ὁ ἐπὶ τοῖς ἑαυτοῦ δάκρυσι ψυχικῶς φυσιούμενος, καὶ τοὺς μὴ δακρύοντας ἐν ἑαυτῷ κατακρίνων, ὅμοιός ἐστι τῷ ὅπλον κατὰ τοῦ ἑαυτοῦ ἐχθροῦ ἐκ τοῦ βασιλέως αἰτησαμένῳ, ἑαυτὸν δὲ ἐν τούτῳ διαχειρησαμένῳ. Οὐ δέεται, ὦ οὗτοι, οὐδὲ βούλεται Θεὸς ἄνθρωπον ἐξ ὀδύνης καρδίας πενθεῖν· ἀλλὰ μᾶλλον ἐξ ἀγάπης πρὸς αὐτὸν ἐν γέλωτι ψυχῆς ἀγάλλεσθαι. Ἄνελε τὴν ἁμαρτίαν, καὶ περιττὸν τὸ κατώδυνον δάκρυον τοῖς αἰσθητοῖς ὄμμασιν. Οὐδὲν γὰρ ξηρίου μὴ παρόντος μόλωπος. Οὐκ ἦν ἐν τῷ Ἀδὰμ πρὸ τῆς παραβάσεως δάκρυον· ὥσπερ οὐδὲ μετὰ τὴν ἀνάστασιν λοιπὸν καταργουμένης τῆς ἁμαρτίας· Εἴπερ ἀπέδρα ὀδύνη τότε, λύπη καὶ στεναγμός. Εἶδον ἔν τισι πένθος, καὶ εἶδον ἐν ἑτέροις διαπορίαν πένθους· πένθος καίπερ ἔχοντες, ὡς μὴ κατέχοντες διάκεινται· καὶ διὰ τῆς καλῆς ἁγνείας ἄσυλοι διαμένουσι. Καὶ οὗτοί εἰσι, περὶ ὧν εἴρηται· Κύριος σοφοῖ τυφλούς (15). Πέφυκε πολλάκις τοὺς κουφοτέρους καὶ τὸ δάκρυον ἐπαίρειν· διόπερ καί τισιν οὐ δίδοται· οἵτινες ἐπὶ τῇ τούτου ζητήσει, ἑαυτοὺς ταλανίζουσι, καὶ καταδικάζουσι, στεναγμοῖς καὶ κατηφείᾳ καὶ λύπῃ ψυχῆς καὶ βαθείᾳ σκυθρωπότητι, καὶ ἐξαπορίᾳ, ἅπερ ἀναπληροῦν τὸν τοῦ δακρύου τόπον ἀκινδύνως πεφύκασιν, εἰ καὶ εἰς οὐδὲν παρ᾿ αὐτοῖς συμφερόντως λογίζονται. Ἐπιτηρήσοντες πολλάκις εὑρήσομεν γελοῖον πικρὸν παρ᾿ αὐτοῖς δαίμοσι καθ᾿ ἡμῶν γινόμενον. Κορεσθέντας γὰρ ἡμᾶς κατανύσσουσι, καὶ νηστεύοντας σκληρύνουσιν, ἵνα τοῖς νόθοις δάκρυσιν ἀπατηθέντες τῇ μητρὶ τῶν παθῶν τροφῇ, ἑαυτοὺς ἐκδώσω-