Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/408

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
807808
S. JOANNIS CLIMACI

χάρτῃ πταισμάτων, φύλαξον ταύτην ὡς κόρην ὀφθαλμοῦ ἄχρις οὗ ὑποχωρήσῃ· πολλὴ γὰρ ἡ ἰσχὺς τούτου, ὑπὲρ τὴν τοῦ ἐξ ἡμετέρας σπουδῆς καὶ ἐπινοίας προσγινομένου· οὐχ ὅτε (11) βούλεται ὁ πενθῶν, οὗτος κάλλος πέφθακε πένθους· ἀλλ᾿ ὁ ἐν οἷς ἐὰν βούληται· καὶ οὐδὲ ἐν οἷς ἂν βούληται, ἀλλ᾿ ὁ καθὼς Θεὸς βούλεται. Πολλάκις τῷ κατὰ Θεὸν πένθει τὸ τῆς κενοδοξίας ἀχαρίτωτον συμπλέκεται δάκρυον. Τοῦτο δὲ δοκίμως καὶ εὐσεβῶς ἐπιγνωσόμεθα, ὁπόταν πενθοῦντας καὶ πονηρευομένους ἑαυτοὺς ἴδωμεν. Κατάνυξις κυρία ἐστὶν, ἀμετεώριστος ὀδύνη ψυχῆς μηδεμίαν ἑαυτῇ παρηγορίαν παρέχουσα, μόνην δὲ τὴν ἑαυτῆς ἀνάλυσιν καθ᾿ ὥραν φανταζομένη, καὶ τὴν τοῦ (12) παρακαλοῦντος Θεοῦ τοὺς ταπεινοὺς μοναχοὺς παράκλησιν ὡς ὕδωρ ψυχρὸν προσδεχομένη. Ὅσοι ἐν αἰσθήσει καρδίας πένθος ἐκτήσαντο, οὗτοι καὶ αὐτὴν τὴν ἑαυτῶν ζωὴν ἐμίσησαν· τὸ δὲ ἑαυτῶν σῶμα, ὡς ἐχθρὸν ἀπεστράφησαν. Ὁπόταν ἐν τοῖς κατὰ Θεὸν πενθεῖν δοκοῦσιν ὀργὴν καὶ ὑπερηφανίαν θεασώμεθα, τούτων τὰ δάκρυα ἐναντία λογισώμεθα· Ποία γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Γέννημα μὲν νενοθευμένης κατανύξεως, οἴησις, ἐπαινουμένης δὲ παράκλησις· ὥσπερ ἀναιρετικὸν τὸ πῦρ καλάμης, οὕτω τὸ δάκρυον τὸ ἁγνὸν παντὸς φαινομένου, καὶ νοουμένου ῥύπου. Ὁ περὶ τῶν δακρύων λόγος παρὰ πολλοῖς τῶν Πατέρων σκοτεινός τις καὶ δυσεύρετος, ἐν τοῖς εἰσαγωγικοῖς μάλιστα εἶναι ὁρίζεται, καὶ ἐκ πολλῶν καὶ διαφόρων τρόπων ταῦτα τίκτεσθαι. Λέγω δὴ ἐκ φύσεως, ἐκ Θεοῦ, ἐκ θλίψεως ἐναντίας· ἐξ ἐπαινουμένης, ἐκ κενοδοξίας, ἐκ πορνείας, ἐξ ἀγάπης, ἐκ μνήμης θανάτου, καὶ ἑτέρων πολλῶν· τοὺς δὲ τούτων ἁπάντων τρόπους φόβῳ Θεοῦ γυμνάσαντες, τὰ τῆς ἡμετέρας ἀναλύσεως καθαρὰ καὶ ἄδολα ἑαυτοῖς περιποιησώμεθα δάκρυα· οὐ γάρ ἐστιν ἐν αὐτοῖς κλοπὴ ἢ οἴησις. Κάθαρσις δὲ μᾶλλον καὶ ἀγάπης τῆς εἰς Θεὸν προσκοπὴ, καὶ ἁμαρτίας ἔκπλυσις, καὶ παθῶν ἀπάθεια. Τὸ μὲν γὰρ ἐξ ἀγαθῶν ἄρξασθαι τοῦ πένθους δακρύων, καὶ εἰς πονηρὰ καταλῆξαι, οὐ θαῦμα. Τὸ δὲ ἐξ ἐναντίων ἢ φυσικῶν εἰς πνευματικὰ μετεγκεντρίσαι ἀξιέπαινον· τοῦτο δὲ τὸ πρόβλημα οἱ περὶ τὴν κενοδοξίαν ἐπιῤῥεπῶς ἔχοντες, σαφῶς ἐπίστανται. Μὴ πίστευε σαῖς πηγαῖς πρὸ τελείας καθάρσεως· οὐ γὰρ ἔχει πίστιν οἶνος εὐθέως ἐκ τῶν ληνῶν ἐγκλειόμενος. Ὅτι μὲν ἅπαντα τὰ κατὰ Θεὸν ἡμῶν δάκρυα ὠφέλημα, ὁ ἀντιλέγων οὐδείς· τίς δὲ ἐκ τούτων προσγινομένη ὄνησις, ἐν καιρῷ τῆς ἐξόδου γνωσόμεθα. Ὅστις ἐν πένθει διηνεκεῖ κατὰ Θεὸν πορεύεται, οὗτος (13) καθ᾿ ἡμέραν ἑορτάζων οὐ παύεται. Ὃς σωματικῶς ἑορτάζων οὐ παύεται, τοῦτον πένθος αἰώνιον μέλλει διαδέχεσθαι. Οὐκ ἔστι καταδίκοις ἐν φυλακῇ χαρμονὴ, καὶ οὐκ ἔστι μοναχοῖς ἀληθινοῖς ἐπὶ γῆς ἑορτή. Καὶ ἴσως διὰ τοῦτο ἐκεῖνος ὁ καλλίπενθος στενάζων ἔλεγεν· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἀγαλλιασθῆναι λοιπὸνἐν τῷ ἀῤῥήτῳ φωτί σου. Γενοῦ ὡς βασιλεὺς ἐν τῇ σῇ καρδίᾳ, ὑψηλὸς ἐν ταπεινώσει καθήμενος, καὶ κε-